Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.46
Not analysed yet
Περὶ τῶν Ἀπολιναριστῶν καὶ τῆς αἱρέσεως αὐτῶν. Ἐν Λαοδικείᾳ τῆς Συρίας δύο ἦσαν ἄνδρες ὁμώνυμοι, πατήρ τε καὶ παῖς: ἑκατέρῳ γὰρ ἦν ὄνομα Ἀπολινάριος: ὧν ὁ μὲν πατὴρ τοῦ πρεσβυτερίου κατὰ τὴν ἐκκλησίαν ἠξιοῦτο, ὁ δὲ παῖς τὴν τοῦ ἀναγνώστου τάξιν εἶχεν. Ἀμφότεροι δὲ ἦσαν Ἑλληνικῶν λόγων διδάσκαλοι: γραμματικῶν μὲν ὁ πατὴρ, ῥητορικῶν δὲ ὁ υἱός. Ὁ μὲν οὖν πατὴρ Ἀλεξανδρεὺς ὢν τὸ γένος, πρότερον δὲ ἐν τῇ Βηρυτῷ διδάξας, εἶτα μεταστὰς εἰς Λαοδίκειαν καὶ γήμας ἐκεῖ, ἴσχει τὸν υἱὸν Ἀπολινάριον. Ἄμφω δὲ ὅμως τότε συνήκμαζον Ἐπιφανίῳ τῷ σοφιστῇ, καὶ γνήσιοι ὄντες φίλοι συνεκρότουν αὐτόν. Δείσας δὲ Θεόδοτος ὁ τῆς Λαοδικείας ἐπίσκοπος μὴ τῇ συνεχεῖ τἀνδρὸς ὁμιλίᾳ πρὸς τὸν Ἑλληνισμὸν ἀποκλίνωσι, διεκώλυε φοιτᾷν παῤ αὐτόν: οἱ δὲ, μικρὰ τοῦ ἐπισκόπου φροντίσαντες, τὴν τοῦ Ἐπιφανίου φιλίαν ἠσπάζοντο. Μετὰ ταῦτα Γεώργιος ὁ Θεοδότου διάδοχος σπεύσας ἀποστῆσαι αὐτοὺς, καὶ μηδενὶ τρόπῳ πεῖσαι δυνηθεὶς, ἄμφω τῆς κοινωνίας ἐζημίωσεν. Ὕβριν τε ἡγεῖται ὁ παῖς Ἀπολινάριος τὰ γενόμενα, καὶ τῇ ἐννοίᾳ τοῦ σοφιστικοῦ λόγου θαρρῶν καινοτομεῖ καὶ αὐτὸς αἵρεσιν, ἣ νῦν ἐπιπολάζει, τοὔνομα τοῦ εὑρόντος εὔχουσα. Φασὶ δέ τινες διενεχθῆναι αὐτοὺς πρὸς Γεώργιον οὐ τοσοῦτον διὰ τὴν προειρημένην αἰτίαν, ἀλλ̓ ὅτι ἑώρων αὐτὸν ἀλλόκοτα δογματίζοντα, καὶ νῦν μὲν ὅμοιον ὁμολογοῦντα τὸν Υἱὸν τῷ Πατρὶ, καθ̓ ὃ ἐν τῇ Σελευκείᾳ συνέθετο, νῦν δὲ εἰς τὴν Ἀρειανὴν ἀποκλίνοντα δόξαν. Διόπερ εὐπροφάσιστον λαβόντες αἰτίαν, ποιοῦνται τὴν ἀναχώρησιν: ὡς δὲ οὐδεὶς αὐτοῖς προσεῖχε, παρεισάγουσι σχῆμα θρησκείας. Καὶ πρότερον μὲν ἔλεγον ἀναληφθῆναι τὸν ἄνθρωπον ὑπὸ τοῦ Θεοῦ Λόγου, ἐν τῇ οἰκονομίᾳ τῆς ἐνανθρωπήσεως, ψυχῆς ἄνευ. Εἶτα ὡς ἐκ μετανοίας ἐπιδιορθούμενοι προσέθεσαν, ψυχὴν μὲν ἀνειληφέναι, νοῦν δὲ οὐκ ἔχειν αὐτὴν, ἀλλ̓ εἶναι τὸν Θεὸν Λόγον ἀντὶ νοῦ εἰς τὸν ἀναληφθέντα ἄνθρωπον. Περὶ τούτου μόνου δὴ λέγουσι διαφέρεσθαι οἱ νῦν ἐξ ἐκείνων τὴν προσωνυμίαν ἔχοντες: τὴν γὰρ Τριάδα ὁμοούσιον εἶναι φασί. Περὶ μὲν οὖν τῶν Ἀπολιναρίων καὶ αὖθις κατὰ χώραν μνημονεύσομεν.