# Historia Ecclesiastica 2.8

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/2.8

Ὡς Εὐσέβιος ἑτέραν σύνοδον ποιησάμενος ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἑτέραν ἔκθεσιν πίστεως ὑπαγορευθῆναι ἐποίησε. Εὐσέβιος δὲ οὐδενὶ τρόπῳ ἡσυχάζειν ἐβούλετο, ἀλλὰ, τὸ τοῦ λόγου, πάντα λίθον ἐκίνει, ὅπως ἂν ὃ προέθετο κατεργάσηται. Κατασκευάζει οὖν σύνοδον ἐν Ἀντιοχείᾳ τῆς Συρίας γενέσθαι, προφάσει μὲν τῶν ἐγκαινίων τῆς ἐκκλησίας, ἣν ὁ πατὴρ μὲν τῶν Αὐγούστων κατασκευάζειν ἤρξατο, μετὰ τελευτὴν δὲ αὐτοῦ ὁ υἱὸς Κωνστάντιος δεκάτῳ ἔτει ἀπὸ τῆς θεμελιώσεως συνετέλεσεν, τὸ δὲ ἀληθὲς ἐπὶ τῇ ἀνατροπῇ καὶ καθαιρέσει τῆς ὁμοουσίου πίστεως. Ἐν ταύτῃ δὲ τῇ συνόδῳ συνῆλθον ἐκ διαφόρων πόλεων ἐπίσκοποι ἐνενήκοντα. Μάξιμος μέντοι ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος, ὃς Μακάριον διεδέξατο, οὐ παρεγένετο ἐν αὐτῇ, ἐπιλογισάμενος ὡς εἴη συναρπαγεὶς καὶ τῇ καθαιρέσει ὑπογράψας Ἀθανασίου. Ἀλλὰ μὴν οὐδὲ Ἰούλιος παρῆν ὁ τῆς μεγίστης Ῥώμης ἐπίσκοπος: οὐδὲ μὴν εἰς τὸν τόπον αὐτοῦ ἀπεστάλκει τινα: καίτοι κανόνος ἐκκλησιαστικοῦ κελεύοντος, μὴ δεῖν παρὰ τὴν γνώμην τοῦ ἐπισκόπου Ῥώμης τὰς ἐκκλησίας κανονίζειν. Συγκροτεῖται οὖν αὕτη ἡ σύνοδος ἐν τῇ Ἀντιοχείᾳ παρουσίᾳ Κωνσταντίου τοῦ βασιλέως, ἐν ὑπατείᾳ Μαρκέλλου καὶ Προβίνου: ἦν δὲ πέμπτον ἔτος τοῦτο τῆς τελευτῆς τοῦ τῶν Αὐγούστων πατρὸς Κωνσταντίνου. Προειστήκει δὲ τότε τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας Πλάκιτος διαδεξάμενος Εὐφρόνιον. Οἱ περὶ Εὐσέβιον οὖν ἔργον τίθενται προηγουμένως Ἀθανάσιον διαβάλλειν, πρῶτον μὲν ὡς παρὰ κανόνα πράξαντα ὃν αὐτοὶ ὥρισαν τότε, ὅτι μὴ γνώμῃ κοινοῦ συνεδρίου τῶν ἐπισκόπων τὴν τάξιν τῆς ἱερωσύνης ἀνέλαβεν, ἐπανελθὼν γὰρ ἀπὸ τῆς ἐξορίας, ἑαυτῷ ἐπιτρέψας, εἰς τὴν ἐκκλησίαν εἰσεπήδησε: καὶ ὅτι ἐν τῇ εἰσόδῳ αὐτοῦ ταραχῆς γενομένης πολλοὶ ἐν τῇ στάσει ἀπέθανον: καὶ ὥς τινων αἰκισθέντων ὑπὸ Ἀθανασίου, τινῶν δὲ δικαστηρίοις παραδοθέντων. Οὐ μὴν ἀλλὰ καὶ τὰ ἐν τῇ Τύρῳ πεπραγμένα κατὰ Ἀθανασίου εἰς μέσον ἦγον.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
