Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.9
Not analysed yet
Περὶ Εὐσεβίου τοῦ Ἐμισηνοῦ. Ἐπὶ τούτοις τότε τῆς διαβολῆς γενομένης, προχειρίζονται τῆς Ἀλεξανδρείας ἐπίσκοπον, πρῶτον μὲν Εὐσέβιον τὸν ἐπικληθέντα Ἐμισηνόν. Τίς δὲ οὗτος ἦν διδάσκει Γεώργιος ὁ Λαοδικείας, ὃς τότε παρῆν ἐν τῇ συνόδῳ. Φἡ̣?ʼ εἰς αὐτὸν πεπονημένῳ βιβλίῳ, ὡς εἴη Εὐσέβιος ἐκ τῶν ʽ??ʼων τῆς ἐν Μεσοποταμίᾳ Ἐδέσης καταγόμενος: ἐκ νέας τε ἡλικίας τὰ ἱερὰ μαθὼν γράμματα. Εἶτα τὰ Ἑλλήνων παιδευθεὶς παρὰ τῷ τηνικαῦτα τῇ Ἐδέσῃ ἐπιδημήσαντι παιδευτῇ, τέλος ὑπὸ Πατροφίλου καὶ Εὐσεβίου τὰ ἱερὰ ἡρμηνεύσθη βιβλία: ὧν ὁ μὲν τῶν ἐν Καισαρείᾳ, ὁ δὲ τῆς ἐν Σκυθοπόλει προΐστατο ἐκκλησίας. Μετὰ ταῦτα δὲ ἐπιδημήσαντος αὐτοῦ τῇ Ἀντιοχείᾳ, συνέβη Εὐστάθιον ὑπὸ Κύρου κατηγορηθέντα τοῦ Βεροιέως καθαιρεθῆναι ὡς Σαβελλίζοντα. Εἶτα αὖθις τὸν Εὐσέβιον συνεῖναι Εὐφρονίῳ τῷ διαδεξαμένῳ Εὐστάθιον, φεύγοντά τε τὴν ἱερωσύνην καταλαβεῖν τὴν Ἀλεξάνδρειαν, κᾀκεῖ μαθεῖν τὰ φιλόσοφα: ἐπανελθόντα τε εἰς τὴν Ἀντιόχειαν Πλακίτῳ τῷ μετὰ Εὐφρόνιον συνεῖναι, ὑπό τε Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου προβληθῆναι εἰς τὴν Ἀλεξανδρείας ἐπισκοπήν: ἀλλ̓ ἐκεῖ μὲν μηκέτι ὁρμῆσαι, διὰ τὸ σφόδρα ὑπὸ τοῦ Ἀλεξανδρέων λαοῦ ἀγαπᾶσθαι Ἀθανάσιον, πεμφθῆναι δὲ εἰς τὴν Ἐμισηνῶν πόλιν. Διαστασιασάντων δὲ τῶν Ἐμισηνῶν ἐπὶ τῇ χειροτονίᾳ αὐτοῦ— ἐλοιδορεῖτο γὰρ ὡς μαθηματικὴν ἀσκούμενοσ—φυγῇ χρῆται, καὶ ἄπεισιν εἰς Λαοδίκειαν πρὸς τὸν περὶ αὐτοῦ πολλὰ εἰπόντα Γεώργιον. Οὗτος δὲ αὐτὸν εἰς τὴν Ἀντιόχειαν καταστήσας, παρεσκεύασεν αὖθις ὑπὸ Πλακίτου καὶ Ναρκίσσου καταχθῆναι εἰς τὴν Ἔμισαν: πάλιν τε μέμψιν ὑπομεῖναι ὡς τὰ Σαβελλίου φρονοῦντα αὐτόν. Καὶ τὰ μὲν περὶ τῆς καταστάσεως αὐτοῦ πλατύτερον διεξῆλθεν ὁ Γεώργιος: τελευταῖον δὲ ἐπάγει, ὅτι καὶ ὁ βασιλεὺς αὐτὸν ἐπὶ τοὺς βαρβάρους ἀπιὼν ἀπῆγε, καὶ ὅτι τεράστια ἐν ταῖς χερσὶν αὐτοῦ ἐγένετο. Τὰ μὲν δὴ Γεωργίῳ εἰρημένα περὶ τοῦ Ἐμισηνοῦ Εὐσεβίου ἐπὶ τοσοῦτον λελέχθω μοι.