Ancient Greek · ~41 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.1.1
Not analysed yet
Περὶ Ἰουλιανοῦ καὶ γένους αὐτοῦ καὶ παιδεύσεως, καὶ ὅπως ἐπὶ τὴν βασιλείαν παρελθὼν ἐπὶ τὸ ἑλληνίζειν ἀπέκλινεν. Ὁ μὲν βασιλεὺς Κωνστάντιος ἐν μεθορίοις τῆς Κιλικίας περὶ τρίτην τοῦ Νοεμβρίου μηνὸς, ὑπατευόντων Ταύρου καὶ Φλωρεντίου, ἐτελεύτα τὸν βίον. Ἰουλιανὸς δὲ ἐπὶ τῶν αὐτῶν ὑπάτων, περὶ τὴν ἑνδεκάτην τοῦ ἑξῆς μηνὸς Δεκεμβρίου, ἐκ τῶν ἑσπερίων μερῶν ἐλάσας, εἰς τὴν Κωνσταντινούπολιν εἰσελήλυθε, καὶ ἐν αὐτῇ αὐτοκράτωρ ἀποδείκνυται. Ἐπεὶ δὲ περὶ Ἰουλιανοῦ τοῦ βασιλέως, ἐλλογίμου ἀνδρὸς, ὀλίγα διεξελθεῖν πρόκειται, μηδεὶς τῶν αὐτῷ γνωρίμων ἐπιζητείτω κόμπον φράσεως, ὡς δέον τὸν περὶ τοῦ τοιούτου λόγον μὴ ἀπολείπεσθαι, περὶ οὗ ὁ λόγος. Χριστιανικῆς δ̓ οὔσης τῆς ἱστορίας, διὰ σαφήνειαν ταπεινὸς καὶ χαμαίζηλος πρόεισιν ὁ λόγος: καὶ τοῦτο ἐξ ἀρχῆς ἐπηγγείλατο. Ὅμως δὲ λεκτέον περὶ αὐτοῦ καὶ γένους αὐτοῦ καὶ παιδεύσεως, καὶ ὅπως ἐπὶ τὴν βασιλείαν παρῆλθεν: καὶ τοῦτο ποιητέον ἡμῖν μικρὸν ἄνωθεν ἀρξαμένοις. Κωνσταντῖνος, ὁ τὸ Βυζάντιον τῷ ἰδίῳ προσαγορεύσας ὀνόματι, δύο ἔσχεν ὁμοπατρίους ἀδελφοὺς οὐκ ἐκ τῆς αὐτῆς γενομένους μητρός: Δαλμάτιος ὄνομα τῷ ἑνὶ, θατέρῳ δὲ Κωνστάντιος. Καὶ Δαλμάτιος μὲν υἱὸν ἔσχεν ὁμώνυμον αὐτῷ: Κωνσταντίῳ δὲ δύο ἐγεννήθησαν υἱοὶ, Γάλλος καὶ Ἰουλιανός. Ὡς οὖν μετὰ τὴν τελευτὴν τοῦ κτίστου τῆς Κωνσταντινουπόλεως οἱ στρατιῶται τὸν νέον ἀνεῖλον Δαλμάτιον, τότε δὴ καὶ οὗτοι ἀπορφανισθέντες τοῦ οἰκείου πατρὸς μικροῦ δεῖν τῷ Δαλματίῳ συνεκινδύνευσαν: εἰ μὴ Γάλλον μὲν νόσος προσδοκίαν ἔχουσα θανάτου ἐρρύσατο, Ἰουλιανὸν δὲ ἡ ἡλικία—ὀκταετὴς γὰρ ἦν ἔτι—διέσωσεν. Ἐπεὶ δὲ ἡ κατ̓ αὐτῶν τοῦ βασιλέως ὁρμὴ ἐκεχαύνωτο, Γάλλος μὲν τοῖς ἐν Ἰωνίᾳ κατὰ τὴν Ἔφεσον ἐφοίτα διδασκάλοις, ἔνθα αὐτοῖς καὶ κτῆσις ἦν ἐκ προγόνων πολλή: Ἰουλιανὸς δὲ αὐξηθεὶς τῶν ἐν Κωνσταντινουπόλει παιδευτηρίων ἠκροᾶτο, εἰς τὴν βασιλικὴν, ἔνθα τότε τὰ παιδευτηρία ἦν, ἐν λιτῷ σχήματι προϊὼν, καὶ ὑπὸ Μαρδονίου τοῦ εὐνούχου παιδαγωγούμενος. Τῶν μὲν οὖν γραμματικῶν λόγων Νικοκλῆς ὁ Λάκων ἦν αὐτῷ παιδευτὴς, ῥητορικὴν δὲ παρὰ Ἐκηβολίῳ κατώρθου τῷ σοφιστῇ, Χριστιανῷ τότε τυγχάνοντι. Τούτου δὲ ὁ βασιλεὺς Κωνστάντιος προενόησε, μήπως Ἕλληνος διδασκάλου ἀκροώμενος πρὸς δεισιδαιμονίαν ἐκκλίνοι. Χριστιανὸς γὰρ ἦν ἐξ ἀρχῆς Ἰουλιανός. Ἀκμάζοντος δὲ αὐτοῦ περὶ τοὺς λόγους, φήμη τις εἰς τὸν δῆμον διέτρεχεν, ὡς εἴη ἱκανὸς τὰ Ῥωμαίων πράγματα διοικεῖν. Καὶ τοῦτο λοιπὸν φανερῶς θρυλούμενον ταραχὴν ἐποίει τῷ βασιλεῖ: διὸ μεθίστησιν αὐτὸν ἐκ τῆς μεγαλοπόλεως εἰς τὴν Νικομήδειαν, κελεύσας μὴ φοιτᾷν παρὰ Λιβανίῳ τῷ Σύρῳ σοφιστῇ. Τότε γὰρ ὁ Λιβάνιος, ὑπὸ τῶν παιδαγωγῶν τῆς Κωνσταντινουπόλεως ἐκβληθεὶς, ἐν τῇ Νικομηδείᾳ τὰς διατριβὰς ἐποιεῖτο. Οὗτος μὲν οὖν τὴν ὀργὴν κατὰ τῶν παιδαγωγῶν εἰς τὸν κατ̓ αὐτῶν αὐτῷ γραφέντα λόγον ἐκένωσεν: Ἰουλιανὸς δ̓ ἐκωλύετο φοιτᾷν παῤ αὐτὸν, διότι Λιβάνιος Ἕλλην τὴν θρησκείαν ἐτύγχανεν ὤν: ὅμως δὲ, ἐραστὴς ὢν τῶν λόγων αὐτοῦ, λεληθότως συνάγων αὐτοὺς ἠσκεῖτο. Προκόπτοντος δὲ αὐτοῦ κατὰ τὴν ῥητορικὴν, ἐφίσταται τῇ Νικομηδείᾳ Μάξιμος ὁ φιλόσοφος, οὐχ ὁ Βυζάντιος ὁ Εὐκλείδου πατὴρ, ἀλλ̓ ὁ Ἐφέσιος, ὃν ὕστερον ὡς μαγγανείας ποιοῦντα ὁ βασιλεὺς Οὐαλεντινιανὸς ἀναιρεθῆναι ἐκέλευσε. Τοῦτο μὲν οὖν ὕστερον γέγονε: τότε δὲ οὐ δἰ ἕτερόν τι παρῆν εἰς τὴν Νικομήδειαν, ἀλλὰ Ἰουλιανοῦ φήμη ἦγεν αὐτόν. Παρὰ τούτῳ δὴ φιλοσόφων λόγων γευσάμενος, εὐθὺς ἐμιμεῖτο καὶ τὴν θρησκείαν τοῦ παιδευτοῦ, τοῦ καὶ ἐπιθυμίαν τῆς βασιλείας ἐμβαλόντος αὐτῷ. Ἐπεὶ δὲ ταῦτα τὰς ἀκοὰς τοῦ κρατοῦντος οὐκ ἐλάνθανεν, ἐν μέσῳ ἐλπίδος καὶ φόβου ὢν τὴν ὑπόνοιαν ἐκφυγεῖν βουλόμενος, ὁ πρώην γνήσιος Χριστιανὸς τότε πλαστὸς ἐγένετο, ἐν χρῷ τε κειράμενος τὸν τῶν μοναχῶν ὑπεκρίνετο βίον. Καὶ λεληθότως μὲν ἠσκεῖτο τὰ φιλόσοφα: ἐν δὲ τῷ φανερῷ τὰ ἱερὰ τῶν Χριστιανῶν ἀνεγίνωσκε γράμματα, καὶ δὴ τῆς ἐν Νικομηδείᾳ ἐκκλησίας ἀναγνώστης καθίσταται: καὶ διὰ τοῦ τοιούτου πρόσχηματος τὴν τοῦ βασιλέως ἐλάνθανεν ὁρμήν. Καὶ διὰ μὲν τὸν φόβον ταῦτα ἔπραττεν: τῆς δὲ ἐλπίδος οὐκ ἀφιστάμενος, πολλοῖς τῶν γνωρίμων εὐδαιμονήσειν ἔλεγε τοὺς καιροὺς, ἢν αὐτὸς τῶν ὅλων κρατήσειεν. Ἐν τούτοις δὴ καθεστώτων τῶν κατ̓ αὐτὸν, Γάλλος ὁ ἀδελφὸς αὐτοῦ Καῖσαρ ἀναδειχθεὶς ἧκεν ὀψόμενος αὐτὸν εἰς τὴν Νικομήδειαν, ὅτε ἐπὶ τὴν ἑῴαν ἐπορεύετο. Ἐπεὶ δὲ Γάλλος μικρὸν ὕστερον ἀνῃρέθη, παραχρῆμα καὶ Ἰουλιανὸς ὕποπτος κατέστη τῷ βασιλεῖ: διὸ καὶ φρουρεῖσθαι αὐτὸν ἐκέλευσεν: ἰσχύσας δὲ διαδρᾶσαι τοὺς φρουροῦντας αὐτὸν, τόπον ἐκ τόπου ἀμείβων διεσώζετο. Ὀψὲ δέ ποτε ἡ τοῦ βασιλέως γαμετὴ Εὐσεβία κρυπτόμενον ἀνευροῦσα, πείθει τὸν βασιλέα μηδὲν μὲν αὐτὸν δρᾶσαι κακὸν, συγχωρῆσαι δὲ ἐπὶ τὰς Ἀθήνας ἐλθόντι φιλοσοφεῖν. Ἐντεῦθεν αὐτὸν, ὡς συντόμως εἰπεῖν, ὁ βασιλεὺς μεταπεμψάμενος κατέστησε Καίσαρα: καὶ δοὺς αὐτῷ γυναῖκα τὴν ἀδελφὴν Ἑλένην ἐπὶ τὰς Γαλλίας κατὰ τῶν βαρβάρων ἀπέστειλεν. Οἱ γὰρ δὴ βάρβαροι, οὓς ὁ βασιλεὺς Κωνστάντιος εἰς συμμαχίαν κατὰ Μαγνεντίου μικρὸν ἔμπροσθεν ἐμισθώσατο, εἰς οὐδὲν χρήσιμον κατὰ τοῦ τυράννου γενόμενοι, τὰς Ῥωμαίων ἔφθειρον πόλεις. Καὶ ἐπειδὴ νέος ἦν τὴν ἡλικίαν, ἐκέλευσε μηδὲν αὐτὸν πράττειν δίχα γνώμης τῶν ἡγουμένων τοῦ στρατοῦ. Ὡς δὲ ἐκεῖνοι τῆς ἐξουσίας ταύτης λαβόμενοι ῥαθυμότερον τῶν πραγμάτων ἐφρόντιζον, καὶ διὰ τοῦτο τὰ βαρβάρων ἐπικρατέστερα ἦν, ὁ Ἰουλιανὸς τοὺς μὲν στρατηγοὺς εἴα τρυφαῖς καὶ πότοις σχολάζειν, τοὺς δὲ στρατιώτας προθυμοτέρους ἐποίησε, μισθὸν ὡρισμένον τῷ ἀνελόντι βάρβαρον ὑποσχόμενος. Τοῦτο παρέσχεν ἀρχὴν τοῦ καὶ τὰ βαρβάρων ἐλαττοῦσθαι, καὶ αὐτὸν ἐράσμιον παρὰ τοῖς στρατιώταις γενέσθαι. Λόγος δέ τις, ὅτι εἰς ἓν τῶν πολιχνίων εἰσελθόντος αὐτοῦ, στέφανος ἀφ̓ ὧν τὰς πόλεις κοσμοῦσιν, ἐν μέσῳ τῶν κιόνων ἐκ καλωδίων ἠρτημένος, τῇ κεφαλῇ κατενεχθεὶς ἥρμοσεν, ἐπί τε τούτῳ πάντας τοὺς παρόντας ἀναβοῆσαι: προδηλοῦσθαι γὰρ αὐτῷ διὰ τοῦ γενομένου σημείου τὴν βασιλείαν. Φασὶ δέ τινες, ὡς Κωνστάντιος αὐτὸν διὰ τοῦτο ἐπὶ τοὺς βαρβάρους ἀπέστειλεν, ἵνα ἐκεῖ διαφθαρῇ συμπλεκόμενος αὐτοῖς. Οὐκ οἶδα δὲ, εἰ οἱ τὸ τοιοῦτο λεγόντες ἀληθεύουσιν: ὁ γὰρ τὴν ἀδελφὴν τὴν ἰδίαν αὐτῷ συνοικίσας, ἐπιβουλεύων, οὐδὲν ἄλλο ἢ καθ̓ ἑαυτοῦ τὴν ἐπιβουλὴν ἔτρεπε. Τοῦτο μὲν οὖν, ὡς ἑκάστῳ δοκεῖ, κρινέτω. Ἰουλιανοῦ δὲ μεμψαμένου παρὰ βασιλεῖ τὴν ῥαθυμίαν τῶν στρατηγούντων, ἕτερος ἐπέμφθη στρατηγὸς ἡρμοσμένος τῇ προθυμίᾳ Ἰουλιανοῦ: ὃν ἔχων ὑπουργὸν θαρρῶν τοῖς βαρβάροις συνέβαλλεν. Οἱ δὲ διεπρεσβεύοντο πρὸς αὐτὸν, δεικνύντες ὡς τὰ βασιλέως γράμματα εἰς τὴν Ῥωμαίων χώραν παρεῖναι κελεύει αὐτοὺς, καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυον. Ὁ δὲ τὸν μὲν πρεσβευτὴν δεσμώτην ἐποίησε: συμβάλλει δὲ τῷ πλήθει, καὶ κατὰ κράτος νικᾷ: καὶ τὸν βασιλέα τῶν βαρβάρων αἰχμάλωτον λαβὼν Κωνσταντίῳ ἔπεμψε. Ταῦτα εὐτυχήσας ἀναγορεύεται ὑπὸ τῶν στρατιωτῶν βασιλεύς: ὡς δὲ στέφανος βασιλικὸς οὐ παρῆν, εἶς τῶν δορυφόρων ὃν εἶχε περιτραχήλιον ἑαυτοῦ στρεπτὸν λαβὼν, τῇ κεφαλῇ Ἰουλιανοῦ περιτέθεικε. Τοῦτον μὲν οὖν τὸν τρόπον Ἰουλιανὸς ἐβασίλευσε. Τὰ δὲ ἐντεῦθεν, εἰ φιλοσόφου, δοκιμαζέτωσαν οἱ ἀκούοντες. Μὴ διαπρεσβευσάμενος γὰρ πρὸς Κωνστάντιον, μηδὲ θεραπεύσας ὡς εὐεργέτην, πάντα ἔπραττεν ἃ ἐδόκει αὐτῷ. Καὶ τοὺς μὲν κατ̓ ἐπαρχίαν ἄρχοντας ἤμειβε: διέσυρε δὲ τὸν Κωνστάντιον κατὰ πόλεις, ἀναγινώσκων αὐτοῦ δημοσίᾳ τὰς πρὸς τοὺς βαρβάρους ἐπιστολάς: διόπερ αὐτῷ προσετίθεντο, Κωνσταντίου δὲ ἀφίσταντο. Τότε δὴ καὶ τὴν ὑπόκρισιν τοῦ Χριστιανίζειν φανερῶς ἀπεδύσατο: περιϊὼν γὰρ κατὰ πόλεις, τούς τε ναοὺς ἀνοίγων, τοῖς ἀγάλμασι προσέφερε, καὶ ἑαυτὸν ἀρχιερέα ὠνόμαζεν: οἵ τε τὴν θρησκείαν Ἕλληνες ἑορτὰς ἐπετέλουν Ἑλληνικάς. Καὶ ταῦτα ποιῶν πόλεμον ἐμφύλιον ἀνερρίπιζε κατὰ Κωνσταντίου, ποιούμενος τὰς ἀφορμάς: καὶ ὅσον μέντοι ἐπ’ αὐτῷ, πάντα ἂν ἐγεγόνει, ὅσα ὁ πόλεμος ἔχει κακά. Οὐ γὰρ ἂν δίχα πολλῶν αἱμάτων διεκρίθη ἡ τοῦ φιλοσόφου σπουδή. Θεὸς δὲ, ὁ τῶν ἰδίων βουλημάτων κριτὴς, τὸν ἕτερον τῶν ἀνταγωνιστῶν δίχα τῆς τῶν ἄλλων ζημίας ἔπαυσε τῆς ὁρμῆς. Γενομένου γὰρ Ἰουλιανοῦ περὶ τὰ Θρᾳκῶν ἔθνη, ἀπηγγέλθη τεθνηκέναι Κωνστάντιον: καὶ οὕτω τὸν ἐμφύλιον πόλεμον τότε διέφυγεν ἡ Ῥωμαίων ἀρχή. Καταλαβὼν δὲ Ἰουλιανὸς τὴν Κωνσταντινούπολιν, εὐθὺς ἐσκόπει τίνα τρόπον οἰκειώσεται τὰ πλήθη, καὶ τὴν ἀπ̓ αὐτῶν εὔνοιαν ἐπισπάσεται. Τέχνῃ οὖν χρῆται τοιαύτῃ: εὖ ἠπίστατο Κωνστάντιον ὑπὸ ὅλων τῶν λαῶν τῶν τὸ ὁμοούσιον φρονούντων μισούμενον, ἐφ̓ οἶς τε τῶν ἐκκλησιῶν ἠλαύνοντο, καὶ ὅτι τοὺς αὐτοῖς καθήκοντας ἐπισκόπους δημεύσας ἐξώρισεν. Ἐγίνωσκέ τε σαφῶς τοὺς Ἑλληνίζοντας ἀνιωμένους, ἐφ̓ οἶς θύειν ἐκωλύοντο: ἐπιθυμεῖν τε καιροῦ δράξασθαι, ἐν ᾧ καὶ τὰ ἱερὰ ἀνοιγήσεται, καὶ ἐξέσται αὐτοῖς θυσίας ἀναφέρειν τοῖς ἀγάλμασιν. Οὕτω μὲν οὖν ἑκατέρους ἰδίᾳ λυπουμένους πρὸς τὸν ἀπελθόντα ἐγίνωσκε: κοινῇ δὲ πάντας πρὸς τὴν τῶν εὐνούχων βίαν καὶ τοὺς πρωτοτύπους Εὐσεβίου τε τὰς ἁρπαγὰς ἀχθομένους ἐφεύρισκεν. Πᾶσιν οὖν τεχνικῶς προσεφέρετο: καὶ τοὺς μὲν εἰρωνεύετο, τινὰς δὲ καὶ πρὸς τὸ κενόδοξον ἀφορῶν εὐηργέτει: κοινῇ δὲ πᾶσιν ὅπως εἶχε περὶ τὴν δεισιδαιμονίαν ἐδείκνυε. Καὶ πρῶτον μὲν τὴν Κωνσταντίου ὠμότητα περὶ τοὺς ὑπηκόους διαβάλλειν καὶ ἐξελέγχειν παρὰ τῷ πλήθει βουλόμενος, τοὺς ἐξορισθέντας ἐπισκόπους ἀνακληθῆναι ἐκέλευσε, καὶ τὰς δημευθείσας οὐσίας αὐτοῖς ἀπεδίδου: καὶ τὰ ἱερὰ τῶν Ἑλλήνων ᾗ τάχος ἀνοίγειν τοῖς ἐπιτηδείοις προσέταττε: τοὺς δὲ ὑπὸ τῶν εὐνούχων ἀδικηθέντας ἀπολαμβάνειν τὰ κακῶς ἀφαιρεθέντα ἐθέσπιζεν. Εὐσέβιον δὲ τὸν προεστῶτα τοῦ βασιλικοῦ κοιτῶνος ἐζημίωσε θανάτῳ, οὐ μόνον δὲ διὰ τὸ πολλοὺς ἠδικῆσθαι ὑπ’ αὐτοῦ, ἀλλ̓ ὅτι καὶ Γάλλον τὸν ἑαυτοῦ ἀδελφὸν ἀναιρεῖσθαι ἐκ τῆς ἐκείνου διαβολῆς ἐπυνθάνετο. Καὶ τὸ μὲν σῶμα Κωνσταντίου βασιλικῶς τιμήσας ἐκήδευσεν: ἐξέβαλε δὲ τῶν βασιλείων εὐνούχους, κουρεῖς, μαγείρους: εὐνούχους μὲν, διὰ τὸ ἀποβεβληκέναι τὴν γαμετὴν, μεθ̓ ἣν ἄλλην οὐκέτι ἠγάγετο: μαγείρους δὲ, διὰ τὸ λιτῇ χρῆσθαι διαίτῃ: κουρεὺς δὲ, ἔφη, εἶς πολλοῖς ἀρκέσειε. Τοὺς μὲν οὖν διὰ ταύτας τὰς αἰτίας ἐξέβαλε. Τῶν μέντοι ὑπογραφέων τοὺς πλείστους τῇ ἐξ ἀρχῆς παραδοὺς τύχῃ, τοῖς λοιποῖς αὐτῶν μισθὸν ὑπογραφέως ἐκέλευσε δίδοσθαι. Περιεῖλε δὲ καὶ τὸν δημόσιον τῶν χρειῶν δρόμον, οἷον ἡμιόνων, βοῶν, καὶ ὄνων: μόνον δὲ τῶν ἵππων ταῖς δημοσίαις χρείαις συνεχώρησεν ὑπουργεῖν. Ταῦτα δὲ αὐτοῦ ἐπαινοῦσι μὲν ὀλίγοι: οἱ πλείους δὲ ψέγουσιν, ὅτι παυομένη ἡ ἐκ τοῦ βασιλικοῦ πλούτου τοῖς πολλοῖς ἐγγινομένη κατάπληξις εὐκαταφρόνητον ἐποίει τὴν βασιλείαν. Οὐ μὴν ἀλλὰ καὶ διανυκτερεύων λόγους συνέγραφε, καὶ τούτους κατιὼν εἰς τὴν συγκλήτου βουλὴν ἐπεδείκνυτο: μόνος γὰρ βασιλέων ἀπὸ Ἰουλίου Καίσαρος πρῶτος εἰς τὴν τῆς συγκλήτου βουλὴν λόγους ἐπεδείκνυτο. Ἐτίμα δὲ καὶ τοὺς περὶ παιδείαν ἐσπουδακότας: μάλιστα δὲ τοὺς ἐπαγγελλομένους φιλοσοφεῖν. Διὸ καὶ τοὺς πανταχῆ ἦγεν ἡ φήμη βρυάζοντας ἐπὶ τὰ βασίλεια: οἳ φοροῦντες τοὺς τρίβωνας, πολλοὶ ἐκ τοῦ σχήματος μᾶλλον ἢ ἐκ παιδείας ἐδείκνυντο: πάντες δὲ ἦσαν βαρεῖς τοῖς Χριστιανίζουσιν, ἄνδρες ἀπατεῶνες, καὶ ἀεὶ τοῦ κρατοῦντος οἰκειούμενοι τὴν θρησκείαν. Ἔχων δὲ ὁ βασιλεὺς πλεονάζον ἐν ἑαυτῷ τὸ κενόδοξον, πάντας τοὺς πρὸ αὐτοῦ βασιλεῖς ἐκωμῴδησεν ἐν τῷ λόγῳ ὃν ἐπέγραψε Καίσαρας. Ἐκ τοῦ τοιούτου ἤθους κινούμενος καὶ τοὺς κατὰ Χριστιανῶν λόγους συνέγραψε. Τὸ μὲν γὰρ μαγείρους καὶ κουρεῖς ἐκβαλεῖν φιλοσόφου ἔργον, οὐ μὴν βασιλέως: τὸ δὲ διασύρειν ἢ σκώπτειν οὐκέτι φιλοσόφου, ἀλλὰ μὴν οὐδὲ βασιλέως. Ἀμφότεροι γὰρ πᾶσαν λοιδορίαν καὶ βασκανίαν ὑπερβεβήκασι. Βασιλεῖ μὲν γὰρ ἐξέστω φιλοσοφεῖν, ὅσα πρὸς σωφροσύνην ὁρᾷ: φιλόσοφος δὲ, εἰ πάντα τῶν βασιλέων μιμήσοιτο, διαπεσεῖται τοῦ σκοποῦ. Περὶ μὲν δὴ Ἰουλιανοῦ τοῦ βασιλέως γένους τε αὐτοῦ καὶ παιδεύσεως καὶ ἤθους, καὶ ὅπως ἐπὶ τὴν βασιλείαν παρῆλθεν, τοσαῦτα ὡς ἐν ἐπιδρομῇ εἰρήσθω.