# Historia Ecclesiastica 3.2

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/3.2

Περὶ τῆς ἐν Ἀλεξανδρείᾳ γενομένης στάσεως, καὶ ὅπως Γεώργιος ἀνῃρέθη. Αὖθις δὲ τῶν περὶ τὰς ἐκκλησίας ὑπὸ τὸν αὐτὸν γενομένων χρόνον μνήμην ποιούμεθα. Κατὰ τὴν μεγάλην Ἀλεξάνδρου πόλιν συνέβη ταραχὴν γενέσθαι ἐξ αἰτίας τοιάσδε. Τόπος ἦν τῇ πόλει ἐκ παλαιῶν τῶν χρόνων ἔρημος καὶ ἠμελημένος, συρφετοῦ τε γέμων πολλοῦ, ἐν ᾧ οἱ Ἕλληνες τὸ παλαιὸν τῷ Μίθρᾳ τελετὰς ποιοῦντες ἀνθρώπους κατέθυον. Τοῦτον Κωνστάντιος ὡς σχολαῖον ἤδη πρότερον τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ προσκεκυρώκει. Γεώργιος δὲ βουλόμενος ἐν αὐτῷ εὐκτήριον οἶκον κατασκευάσαι, ἀνακαθαρθῆναι κελεύει τὸν τόπον. Καὶ δὴ ἀνακαθαιρομένου, ἄδυτον ηὕρηται κατὰ βάθους πολλοῦ, ἐν ᾧ τὰ μυστήρια τῶν Ἑλλήνων ἐκέκρυπτο. Ταῦτα δὲ ἦν κρανία ἀνθρώπων πολλὰ νέων τε καὶ παλαιῶν, οὓς λόγος κατεῖχε πάλαι ἀναιρεῖσθαι, ὅτι ταῖς διὰ σπλάγχνων μαντείαις ἐχρῶντο οἱ Ἕλληνες, καὶ μαγικὰς ἐτέλουν θυσίας, καταμαγγανεύοντες τὰς ψυχάς. Οἱ οὖν Χριστιανοὶ ταῦτα εὑρόντες ἐν τῷ ἀδύτῳ τοῦ Μιθρείου, σπουδὴν ἔθεντο πᾶσιν ἐν τῷ φανερῷ γέλωτα δεῖξαι τὰ Ἑλλήνων μυστήρια: ἐξεπόμπευον δὲ εὐθὺς γυμνὰ τῷ δήμῳ τὰ κρανία δεικνύοντες. Ταῦτα ὁρῶντες οἱ κατὰ Ἀλεξάνδρειαν Ἕλληνες, καὶ μὴ φέροντες τὸ τοῦ πράγματος ἐπονείδιστον, εἰς ὀργὴν ἐξάπτονται: καὶ πᾶν τὸ παρατυχὸν ὅπλον ποιούμενοι ὥρμησαν κατὰ τῶν Χριστιανῶν, καὶ διὰ πάσης ἰδέας θανάτου ἀνεῖλον πολλοὺς ἐξ αὐτῶν. Τοὺς μὲν γὰρ ξίφεσι, τοὺς δὲ ξύλοις ἢ λίθοις ἀπέκτειναν, ἄλλους δὲ σχοινίοις ἀπέπνιξαν: τινὰς δὲ αὐτῶν καὶ ἐσταύρωσαν, ἐφ̓ ὕβρει τοῦ σταυροῦ τοῦτον ἐπάγοντες τὸν θάνατον: τοὺς δὲ πλείστους τραυματίας ἐποίησαν. Τότε δὲ, οἶα ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, οὐδὲ τῶν οἰκειοτάτων ἀπέσχοντο: ἀλλὰ καὶ φίλος φίλον ἔπληξε, καὶ ἀδελφὸς ἀδελφὸν, καὶ γονεῖς παῖδας, καὶ ἀλλήλων πρὸς φόνον ὥρμησαν. Διὸ καὶ οἱ Χριστιανοὶ τοῦ ἐκκαθαίρειν τὸ Μιθρεῖον ἐπαύσαντο: οἱ δὲ τὸν Γεώργιον τῆς ἐκκλησίας ἐκσύραντες, καμήλῳ τε προσδήσαντες, καὶ σπαράξαντες, σὺν αὐτῇ κατέκαυσαν.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
