Ancient Greek · ~16 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.3.1
Not analysed yet
Ὡς ὁ βασιλεὺς ἐπὶ τῇ Γεωργίου χαλεπῄνας ἀναιρέσει δἰ ἐπιστολῆς τῶν Ἀλεξανδρέων καθήψατο. Ἐπὶ μὲν οὖν τῇ Γεωργίου ἀναιρέσει χαλεπῄνας ὁ βασιλεὺς, δἰ ἐπιστολῆς τοῦ Ἀλεξανδρέων δήμου καθήψατο. Λόγος δὲ διεδόθη, ὡς ταῦτα εἰς Γεώργιον ἔδρασαν οἱ δἰ Ἀθανάσιον ἀπεχθῶς ἔχοντες πρὸς αὐτόν. Ἐγὼ δὲ ἡγοῦμαι μὲν καὶ τοὺς μισοῦντας ἐν ταῖς στάσεσι συνεπιτίθεσθαι τοῖς ἀδικοῦσιν: ἡ μέντοι τοῦ βασιλέως ἐπιστολὴ τῷ δήμῳ μᾶλλον ἢ Χριστιανοῖς ἐγκαλεῖ. Καὶ φαίνεται δὲ Γεώργιος καὶ πρότερον καὶ μετὰ ταῦτα βαρὺς γεγονὼς καὶ ὀχληρὸς τοῖς πᾶσι: καὶ διὰ τοῦτο ἐξεκαύθη εἰς φιλονεικίαν τὰ πλήθη. Ὅτι δὲ τῷ δήμῳ μᾶλλον ἐγκαλεῖ, αὐτῆς ἐπάκουε τῆς ἐπιστολῆς: Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς, μέγιστος, σεβαστὸς, Ἀλεξανδρέων τῷ δήμῳ. Εἰ μὴ τὸν Ἀλέξανδρον τὸν οἰκιστὴν ὑμῶν, καὶ πρό γε τούτου τὸν θεὸν τὸν μέγαν, τὸν ἁγιώτατον Σάραπιν αἰδεῖσθε, τοῦ κοινοῦ γοῦν ὑμᾶς καὶ ἀνθρωπίνου καὶ πρέποντος πῶς οὐδεὶς εἰσῆλθε λόγος; προσθήσω δὲ ὅτι καὶ ἡμῶν, οὓς οἱ θεοὶ πάντες, ἐν πρώτοις δὲ ὁ μέγας Σάραπις, ἄρχειν ἐδικαίωσαν τῆς οἰκουμένης, οἷς πρέπον ἦν τὴν ὑπὲρ τῶν ἠδικηκότων ὑμᾶς φυλάξαι διάγνωσιν. Ἀλλ̓ ὀργὴ τυχὸν ἴσως ὑμᾶς ἐξηπάτησε καὶ θυμὸς, ὅσπερ οὖν εἴωθε τὰ δεινὰ πράττειν, τὰς φρένας μετοικίσας. Εἶτα τῆς ὁρμῆς ἀναστείλαντες, τοῖς παραχρῆμα βεβουλευμένοις καλῶς ὕστερον ἐπηγάγετε τὴν παρανομίαν: οὐδ̓ ᾐσχύνθητε δῆμος ὄντες τολμῆσαι ταῦτα, ἐφ̓ οἷς ἐκείνους ἐμισήσατε δικαίως. Εἴπατε γάρ μοι πρὸς τοῦ Σαράπιδος, ὑπὲρ ποίων ἀδικημάτων ἐχαλεπῄνατε Γεωργίῳ; Τὸν μακαριώτατον Κωνστάντιον, ἐρεῖτε δήπουθεν, ὅτι καθ̓ ὑμῶν παρώξυνεν. Εἶτα εἰσήγαγεν εἰς τὴν ἱερὰν πόλιν στρατόπεδον: καὶ κατέλαβεν ὁ στρατηγὸς τῆς Αἰγύπτου τὸ ἁγιώτατον τοῦ θεοῦ τέμενος, ἀποσυλήσας ἐκεῖθεν εἰκόνας καὶ ἀναθήματα, καὶ τὸν ἐν τοῖς ἱεροῖς κόσμον. Ὑμῶν δὲ ἀγανακτούντων εἰκότως, καὶ πειρωμένων ἀμύνειν τῷ θεῷ, μᾶλλον δὲ τοῖς τοῦ θεοῦ κτήμασιν, ὁ δὲ ἐτόλμησεν ὑμῖν ἐπιπέμψαι τοὺς ὁπλίτας ἀδίκως καὶ παρανόμως καὶ ἀσεβῶς. Ἴσως Γεώργιον μᾶλλον ἢ τὸν Κωνστάντιον δεδοικὼς, ἑαυτὸν παρεφύλαττεν, εἰ μετριώτερον ὑμῖν καὶ πολιτικώτερον, ἀλλὰ μὴ τυραννικώτερον πόρρωθεν προσεφέρετο. Τούτων οὖν ἕνεκεν ὀργιζόμενοι τῷ θεοῖς ἐχθρῷ Γεωργίῳ, τὴν ἱερὰν αὖθις ἐμιάνατε πόλιν, ἐξὸν ὑποβάλλειν αὐτὸν ταῖς τῶν δικαστῶν ψήφοις. Οὕτω γὰρ ἐγίνετο ἂν οὐ φόνος οὐδὲ παρανομία τὸ πρᾶγμα, δίκη δὲ ἐμμελὴς, ὑμᾶς μὲν ἀθῴους πάντῃ φυλάττουσα, τιμωρουμένη μὲν τὸν ἀνίατα δυσσεβήσαντα, σωφρονίζουσα δὲ τοὺς ἄλλους πάντας, ὅσοι τῶν θεῶν ὀλιγωροῦσι, καὶ προσέτι τὰς τοιαύτας πόλεις καὶ τοὺς ἀνθοῦντας δήμους ἐν οὐδενὶ τίθενται, τῆς ἑαυτῶν δὲ ποιοῦνται πάρεργον δυναστείας τὴν κατ̓ ἐκείνων ὠμότητα. Παραβάλλετε τοίνυν ταύτην μου τὴν ἐπιστολὴν, ᾗ μικρῷ πρώην ἐπέστειλα: καὶ τὸ διάφορον κατανοήσατε, πόσους μὲν ὑμῶν ἐπαίνους ἔγραφον τότε. Νυνὶ δὲ, μὰ τοὺς θεοὺς, ὀφείλων ὑμᾶς ἐπαινεῖν, οὐ δύναμαι διὰ τὴν παρανομίαν. Τολμᾷ δῆμος, ὥσπερ οἱ κύνες, ἄνθρωπον σπαράττειν: εἶτα οὐκ αἰσχύνεται καὶ φυλάττει καθαρὰς τὰς χεῖρας, ὡς προσάγειν πρὸς τοὺς θεοὺς αἵματος καθαρευούσας. Ἀλλὰ Γεώργιος ἄξιος ἦν τοῦ τοιαῦτα παθεῖν: καὶ τούτων ἴσως ἐγὼ φαίην ἂν χείρονα καὶ πικρότερα: καὶ δἰ ὑμᾶς, ἐρεῖτε: σύμφημι καὶ αὐτός: παῤ ὑμῶν δὲ εἰ λέγοιτο τοῦτο, οὐκέτι συγχωρῶ: νόμοι γὰρ ὑμῖν εἰσὶν, οὓς χρὴ τιμᾶσθαι μάλιστα μὲν ὑπὸ πάντων ἰδίᾳ καὶ στέργεσθαι. Πλὴν ἐπειδὴ συμβαίνει τῶν καθ̓ ἕκαστόν τινας παρανομεῖν, ἀλλὰ τὰ κοινὰ γοῦν εὐνομεῖσθαι χρὴ, καὶ πειθαρχεῖν τοῖς νόμοις ὑμᾶς, καὶ μὴ παραβαίνειν ὅσαπερ ἐξ ἀρχῆς ἐνομίσθη καλῶς. Εὐτύχημα γέγονεν ὑμῖν, ἄνδρες Ἀλεξανδρεῖς, ἐπ’ ἐμοῦ πλημμελῆσαι τοιοῦτό τι ὑμᾶς, ὃς αἰδοῖ τῇ πρὸς τὸν θεὸν, καὶ διὰ τὸν πάππον τὸν ἐμὸν καὶ ὁμώνυμον, ὃς ἦρξεν αὐτῆς τε Αἰγύπτου, καὶ τῆς ὑμετέρας πόλεως, ἀδελφικὴν ὑμῖν εὔνοιαν ἀποσώζω. Τὸ γὰρ τῆς ἐξουσίας ἀκαταφρόνητον, καὶ τὸ ἀπηνέστερον καὶ καθαρὸν τῆς ἀρχῆς, οὔποτε ἂν δήμου περιίδοιεν τόλμημα, μὴ, καθάπερ νόσημα χαλεπὸν, πικροτέρῳ διακαθᾶραι φαρμάκῳ. Προσφέρω δὲ ἐγὼ ὑμῖν, δἰ ἅσπερ ἔναγχος ἔφην αἰτίας, τὸ προσηνέστατον, παραίνεσιν καὶ λόγους. Ὑφ̓ ὧν εὖ οἶδ̓ ὅτι πείσεσθε μᾶλλον, εἴπερ ἐστὲ, καθάπερ ἀκούω, τό τε ἀρχαῖον Ἕλληνες, καὶ τὰ νῦν ἔτι τῆς εὐγενείας ἐκείνης ὕπεστιν ὑμῖν ἀξιόλογος καὶ γενναῖος ἐν τῇ διανοίᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ὁ χαρακτήρ. Προτεθήτω τοῖς ἐμοῖς πολίταις Ἀλεξανδρεῦσιν. Τοιαῦτα μὲν οὖν ὁ βασιλεύς.