# Historia Ecclesiastica 3.7.1

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/3.7.1

Ὡς Εὐσέβιος ἑνωθεὶς Ἀθανασίῳ σύνοδον ἐπισκόπων πεποιήκασιν ἐν Ἀλεξανδρείᾳ, τρανῶς τὴν Τριάδα ὁμοούσιον ἀνακηρύξαντες. Εὐσέβιος δὲ καταλαβὼν τὴν Ἀλεξάνδρειαν, σπουδαιότερον ἅμα Ἀθανασίῳ συνεκρότει τὴν σύνοδον: συνῆλθόν τε ἐκ διαφόρων πόλεων ἐπίσκοποι, καὶ περὶ πλείστων καὶ ἀναγκαιοτάτων λόγους ἐγύμνασαν. Ἔνθα καὶ τὸ Ἅγιον Πνεῦμα θεολογήσαντες τῇ ὁμοουσίῳ Τριάδι συνανελαμβάνοντο: καὶ τὸν ἐνανθρωπήσαντα οὐ μόνον ἔνσαρκον, ἀλλὰ καὶ ἐμψυχωμένον ἀπεφῄναντο, ᾗ καὶ πάλαι τοῖς ἐκκλησιαστικοῖς ἀνδράσιν ἐδόκει. Οὐ γὰρ νεαράν τινα θρησκείαν ἐπινοήσαντες εἰς τὴν ἐκκλησίαν εἰσήγαγον, ἀλλ̓ ἅπερ ἐξ ἀρχῆς καὶ ἡ ἐκκλησιαστικὴ παράδοσις ἔλεγε, καὶ ἀποδεικτικῶς παρὰ τοῖς Χριστιανῶν σοφοῖς ἐφιλοσοφεῖτο. Οὕτω γὰρ πάντες οἱ παλαιότεροι περὶ τούτου λόγου γυμνάσαντες ἔγγραφον ἡμῖν κατέλιπον. Καὶ γὰρ Εἰρηναῖός τε καὶ Κλήμης, Ἀπολινάριός τε ὁ Ἱεραπολίτης καὶ Σαραπίων ὁ τῆς ἐν Ἀντιοχείᾳ προεστὼς ἐκκλησίας ἔμψυχον τὸν ἐνανθρωπήσαντα, ἐν τοῖς πονηθεῖσιν αὐτοῖς λόγοις ὡς ὁμολογούμενον αὐτοῖς φάσκουσιν. Οὐ μὴν ἀλλὰ καὶ ἡ διὰ Βήρυλλον τὸν Φιλαδελφείας τῆς ἐν Ἀραβίᾳ ἐπίσκοπον γενομένη σύνοδος γράφουσα Βηρύλλῳ τὰ αὐτὰ παραδέδωκεν. Ὠριγένης δὲ πανταχοῦ μὲν ἐν τοῖς φερομένοις αὐτοῦ βιβλίοις ἔμψυχον τὸν ἐνανθρωπήσαντα οἶδεν. Ἰδικῶς δὲ ὁ εἰς τὴν Γένεσιν αὐτῷ πεπονημένος ἔνατος τόμος τὸ περὶ τούτου μυστήριον ἐφανέρωσεν, ἔνθα Ἀδὰμ μὲν τὸν Χριστὸν, Εὔαν δὲ τὴν ἐκκλησίαν εἶναι πλατύτερον κατεσκεύασε. Μάρτυρες τούτων ἀξιόπιστοι ὅ τε ἱερὸς Πάμφιλος καὶ ὁ ἐξ αὐτοῦ χρηματίζων Εὐσέβιος. Ἄμφω γὰρ κοινῇ τὸν Ὠριγένους παρατιθέμενοι βίον, καὶ πρὸς τοὺς ἐκ προλήψεως ἀπεχθανομένους πρὸς τὸν ἄνδρα ἀπαντῶντες, ἐνδόξοις βιβλίοις ἀπολογίαν ὑπὲρ αὐτοῦ ποιούμενοι, οὐ πρῶτον Ὠριγένην ἐπὶ ταύτην τὴν πραγματείαν ἐλθεῖν φασὶν, ἀλλὰ τὴν τῆς ἐκκλησίας μυστικὴν ἑρμηνεῦσαι παράδοσιν. Κᾀκεῖνοι δὲ οἱ ἐν τῇ Ἀλεξανδρείᾳ συνόδῳ παρόντες οὐκ ἀβασάνιστον εἴασαν, φημὶ δὴ τὸ περὶ οὐσίας καὶ ὑποστάσεως. Ὅσιος γὰρ ὁ Κοδρούβης τῆς ἐν Ἱσπανίᾳ ἐπίσκοπος, οὗ καὶ ἔμπροσθεν πεποιήμεθα μνήμην, ὑπὸ τοῦ βασιλέως Κωνσταντίνου εἰς τὸ κατασβέσαι τὴν τότε ὑπὸ τοῦ Ἀρείου γενομένην ταραχὴν προαποσταλεὶς, τὸ Σαβελλίου τοῦ Λίβυος ἐκβαλεῖν δόγμα προθυμούμενος τὴν περὶ οὐσίας καὶ ὑποστάσεως πεποίηται ζήτησιν, ἥτις καὶ αὐτὴ ἑτέρας ἐρεσχελίας ὑπόθεσις γέγονεν. Ἀλλὰ τότε μὲν ἡ ἐν Νικαίᾳ ἐπιγενομένη σύνοδος τὴν περὶ τούτου ζήτησιν οὐδὲ λόγου ἠξίωσεν: ἐπεὶ δὲ μετὰ ταῦτά τινες περὶ τούτου ἐρεσχελεῖν ἤθελον, διὰ τοῦτο ἐν ταύτῃ τῇ συνόδῳ περὶ οὐσίας τε καὶ ὑποστάσεως τάδε ἀπεφῄναντο. Οὐκ ἐπὶ Θεοῦ δεῖν ἔφασαν ταύταις χρῆσθαι ταῖς λέξεσιν: οὐσίαν μὲν γὰρ μηδὲ ὠνομάσθαι ὑπὸ τῶν ἱερῶν γραμμάτων: τῷ δὲ τῆς ὑποστάσεως ὀνόματι καταχρήσασθαι τὸν ἀπόστολον τῇ τῶν δογμάτων ἀνάγκῃ. Καθ̓ ἕτερον δὲ λόγον προσπαραλαμβάνειν τὰς λέξεις ἐδογμάτισαν, ὅτ̓ ἂν τὴν Σαβελλίου δόξαν ἐκβάλλωσιν, ἵνα μὴ στενώσει τῶν λέξεων ὡς ἓν πρᾶγμα τριώνυμον νομίζωμεν, ἀλλ̓ ἕκαστον τῶν ὀνομαζομένων περὶ τῆς Τριάδος ἐν ἰδίᾳ ὑποστάσει θεολογοῖτο. Ταῦτα μὲν τότε ἡ σύνοδος: ἃ δὲ ἡμεῖς περὶ οὐσίας καὶ ὑποστάσεως ἴσμεν οὐδὲν κωλύει διὰ βραχέων εἰπεῖν. Οἱ τὴν Ἐλληνικὴν παῤ Ἕλλησι σοφίαν ἐκθέμενοι τὴν μὲν οὐσίαν πολλαχῶς ὡρίσαντο: ὑποστάσεως δὲ οὐδ̓ ἡντιναοῦν μνήμην πεποίηνται. Εἰρηναῖος δὲ ὁ γραμματικὸς, ἐν τῷ κατὰ στοιχεῖον Ἀττικιστῇ, καὶ βάρβαρον ἀποκαλεῖ τὴν λέξιν: μηδὲ γὰρ παρά τισι τῶν παλαιῶν εἰρῆσθαι. Εἰ δέ που καὶ ηὕρηται, μὴ ταῦτα σημαίνειν, ἐφ̓ ὧν νῦν παραλαμβάνεται: παρὰ μὲν γὰρ Σοφοκλεῖ ἐν Φοίνικι ἐνέδραν σημαίνειν τὴν ὑπόστασιν: παρὰ δὲ Μενάνδρῳ τὰ καρυκεύματα, ὡς εἴτις λέγοι τὴν ἐν τῷ πίθῳ τοῦ οἴνου τρύγα ὑπόστασιν. Ἰστέον μέντοι ὅτι εἰ καὶ οἱ παλαιοὶ φιλόσοφοι τὴν λέξιν παρέλιπον, ἀλλ̓ ὅμως οἱ νεώτεροι τῶν φιλοσόφων συνεχῶς ἀντὶ τῆς οὐσίας, τῇ λέξει τῆς ὑποστάσεως ἀπεχρήσαντο. Οὐσίας δὲ τὸν ὅρον, ὡς ἔφαμεν, διαφόρως ἀποδεδώκασιν: εἰ δὲ ὅρῳ ἡ οὐσία περιλαμβάνεται, πῶς ἐπὶ Θεοῦ τοῦ μὴ δυναμένου περιληφθῆναι, κυρίως τῇ λέξει χρησαίμεθα; Εὐάγριος δὲ ἐν τῷ Μοναχικῷ προπετῶς μὲν καὶ ἀπερισκέπτως θεολογεῖν ἀποσυμβουλεύει: ὁρίζεσθαι δὲ, ὡς ἁπλοῦν, τὸ θεῖον πάντη ἀπαγορεύει: τῶν γὰρ συνθέτων εἶναι τοὺς ὅρους φησίν. Ὁ δὲ αὐτὸς καὶ ταῦτα κατὰ λέξιν διδὰσκει: Πᾶσα πρότασις, φησὶν, ἢ γένος ἔχει κατηγορούμενον, ἢ εἶδος, ἢ διαφορὰν, ἢ ἴδιον, ἢ συμβεβηκὸς, ἢ τὸ ἐκ τούτων συγκείμενον: οὐδὲν δὲ ἐπὶ τῆς ἁγίας Τριάδος τῶν εἰρημένων ἐστι λαβεῖν: σιωπῇ προσκυνείσθω τὸ ἄρρητον. Ταῦτα μὲν οὖν ὁ Εὐάγριος, περὶ οὗ εἰς ὕστερον ἐροῦμεν: ἡμεῖς δὲ εἰ καὶ ἐν παρεκβάσει δοκοῦμεν ταῦτα εἰρηκέναι, ἀλλ̓ ὡς χρησίμων τῇ ὑποθέσει τῆς ἱστορίας ἐμνημονεύσαμεν.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
