# Historia Ecclesiastica 4.11

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/4.11

Περὶ τῆς κατενεχθείσης οὐρανόθεν ἐξαισίου χαλάζης, καὶ περὶ τῶν ἐν Βιθυνίᾳ καὶ Ἑλλησπόντῳ σεισμῶν. Τῇ δὲ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Λουπικίνου καὶ Ἰοβιανοῦ, χειροπληθὴς κατηνέχθη χάλαζα ἐν τῇ Κωνσταντινουπόλει τῇ δευτέρᾳ τοῦ Ἰουνίου μηνὸς λίθοις ἐμφερής. Τὴν δὲ χάλαζαν πολλοὶ ἔφασκον κατὰ μῆνιν Θεοῦ κατενηνέχθαι, ὅτι πολλοὺς τῶν ἱερωμένων ἀνδρῶν ἐξορίστους ὁ βασιλεὺς ἐποίει, μὴ βουλομένους κοινωνεῖν Εὐδοξίῳ. Ὀλίγον δὲ μετὰ τόνδε τὸν χρόνον κατὰ τὴν αὐτὴν ὑπατείαν Οὐαλεντινιανὸς ὁ βασιλεὺς τὸν υἱὸν Γρατιανὸν βασιλέα κατέστησε τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ Αὐγούστου μηνός. Τῇ δὲ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Οὐαλεντινιανοῦ τὸ δεύτερον καὶ Οὐάλεντος τὸ δεύτερον, σεισμὸς περὶ τὴν Βιθυνίαν γενόμενος Νίκαιαν τὴν πόλιν κατέστρεψεν τῇ ἑνδεκάτῃ τοῦ μηνὸς Ὀκτωβρίου: τοῦτο ἦν δωδέκατον ἔτος μετὰ τὴν Νικομηδείας πτῶσιν. Ὀλίγον δὲ μετὰ τόνδε τὸν σεισμὸν καὶ Γέρμης τῆς ἐν Ἑλλησπόντῳ τὰ πολλὰ μέρη ὑπὸ τοῦ ἑτέρου σεισμοῦ κατηνέχθη. Καὶ τούτων γινομένων, οὐδεμία εὐλάβεια οὔτε Εὐδόξιον ὑπεισῄει τὸν τῶν Ἀρειανῶν ἐπίσκοπον, οὔτε μὴν τὸν βασιλέα Οὐάλεντα: τοῦ γὰρ διώκειν τοὺς μὴ τὰ αὐτῶν φρονοῦντας οὐκ ἐπαύοντο. Τεκμήρια δὲ ἐδόκει εἶναι τὰ τῶν σεισμῶν τῆς τῶν ἐκκλησιῶν ταραχῆς. Ἐγίνοντο οὖν, ὡς ἔφην, ἐξόριστοι πολλοὶ τῶν ἱερωμένων ἀνδρῶν: μόνοι δὲ ἔκ τινος Θεοῦ προνοίας, δἰ ὑπερβάλλουσαν εὐλάβειαν, οὐχ ὑπεβλήθησαν ἐξορίαις Βασίλειος καὶ Γρηγόριος, ὦν ὁ μὲν Καισαρείας τῆς ἐν Καππαδοκίᾳ ἐπίσκοπος ἦν, Γρηγόριος δὲ Ναζιανζοῦ πόλεως εὐτελοῦς γειτνιαζούσης τῇ Καισαρείᾳ. Περὶ μὲν οὖν Βασιλείου καὶ Γρηγορίου προϊόντες ἐροῦμεν.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
