# Historia Ecclesiastica 4.2

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/4.2

Ὅτι Οὐαλεντινιανοῦ ἐπὶ τὰ ἑσπέρια μέρη γενομένου, Οὐάλης ἐν Κωνσταντινουπόλει προσελθόντων Μακεδονιανῶν καὶ αἰτούντων σύνοδον γενέσθαι, ἐπένευσε: καὶ ὅτι τοὺς τοῦ ὁμοουσίου ἐπολέμει. Τῶν δὲ βασιλέων, Οὐαλεντινιανὸς μὲν τὰ ἑσπέρια μέρη ταχέως κατέλαβεν: εἷλκε γὰρ αὐτὸν ἡ τῶν ἐκεῖ πραγμάτων φροντίς: Οὐάλεντι δὲ μικρὸν κατὰ τὴν Κωνσταντινούπολιν ἐπιμείναντι προσέρχονται πλεῖστοι τῶν ἐπισκόπων τῆς Μακεδονιανῶν θρησκείας, ἐξαιτοῦσίν τε ἄλλην γενέσθαι σύνοδον ἐπὶ διορθώσει τῆς πίστεως. Ὁ δὲ βασιλεὺς, νομίσας συναινέσαι αὐτοὺς τοῖς περὶ Ἀκάκιον καὶ Εὐδόξιον, γενέσθαι ἐπέτρεψε. Καὶ οὗτοι μὲν συγκροτεῖν σύνοδον ἐν τῇ Λαμψάκῳ ἔσπευδον. Οὐάλης δὲ ᾗ τάχος ἐπὶ τὴν Συρίας Ἀντιόχειαν ὥρμησεν, ὑφορώμενος μὴ οἱ Πέρσαι τὰς γενομένας ἐπὶ Ἰοβιανοῦ τριακοντούτεις σπονδὰς παραλύσαντες τοῖς Ῥωμαίων ὅροις ἐπέλθοιεν. Ἀλλὰ τὰ μὲν Περσικὰ ἡσύχασεν. Αὐτὸς δὲ τῇ ἡσυχίᾳ καταχρώμενος κατὰ τῶν τὸ ὁμοούσιον φρονούντων ἄσπονδον ἤγειρε πόλεμον: καὶ Παυλῖνον μὲν τὸν ἐπίσκοπον δἰ ὑπερβάλλουσαν τοῦ ἀνδρὸς εὐλάβειαν οὐδὲν κακὸν ἐποίησεν, Μελίτιον δὲ ἐξορίᾳ ἐζημίωσε: τοὺς δὲ ἄλλους, ὅσοι μὴ ἐβούλοντο Εὐζωΐῳ κοινωνεῖν, τῶν μὲν ἐκκλησίων τῶν ἐν Ἀντιοχείᾳ ἐξήλαυνεν, ζημίαις δὲ καὶ τιμωρίαις διαφόροις ὑπέβαλλεν. Λέγεται δὲ, ὅτι καὶ πολλοὺς εἰς τὸν παρακείμενον ποταμὸν Ὀρρόντην ἀπέπνιξεν.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
