# Historia Ecclesiastica 4.29

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/4.29

Περὶ Δαμάσου τοῦ Ῥώμης καὶ Οὐρσίνου, ὅπως δἰ αὐτοὺς ταραχῆς καὶ στάσεως ἐν Ῥώμῃ γενομένης, φόνος πολὺς ἐπηκολούθησεν. Τοῦ γὰρ βασιλέως Οὐαλεντινιανοῦ ἡσύχως διάγοντος, καὶ οὐδεμίαν σκύλλοντος αἵρεσιν, Δάμασος μετὰ Λιβέριον τὴν τῆς ἐπισκοπῆς ἱερωσύνην ἐν τῇ Ῥώμῃ ἐδέξατο: ἐφ̓ οὗ συνέβη ταραχθῆναι τὴν ἐν Ῥώμῃ ἐκκλησίαν διὰ τοιαύτην αἰτίαν. Οὐρσῖνός τις τῆς αὐτῆς ἐκκλησίας διάκονος ὑπόψηφος γέγονεν, ἡνίκα ἡ ἐπιλογὴ τοῦ ἐπισκόπου ἐγίνετο. Ἐπεὶ οὖν προεκρίθη Δάμασος, μὴ φέρων ὁ Οὐρσῖνος τὴν τῆς ἐλπίδος ἀποτυχίαν, παρασυνάξαι τῇ ἐκκλησίᾳ ἐσπούδασε: καὶ πείθει τινας ἀσήμους ἐπισκόπους ἐν παραβύστῳ χειροτονῆσαι αὐτόν. Καὶ χειροτονεῖται οὐκ ἐν ἐκκλησίᾳ, ἀλλ̓ ἐν ἀποκρύφῳ τόπῳ τῆς βασιλικῆς τῆς ἐπικαλουμένης Σικίνης. Τούτου δὴ γενομένου, διχόνοια τὸν λαὸν ἐκράτησεν: ἐστασίαζον οὖν πρὸς ἑαυτοὺς οὐ διά τινα πίστιν ἢ αἵρεσιν, ἀλλὰ περὶ τοῦ μόνον τίς ὀφείλει τοῦ ἐπισκοπικοῦ θρόνου ἐγκρατὴς γενέσθαι. Ἐντεῦθεν δὲ συμπληγάδες τῶν ὄχλων ἐγίνοντο: ὥστε καὶ ἐκ τῆς παρατριβῆς πολλοὺς ἀποθανεῖν, καὶ διὰ τοῦτο πολλοὺς λαϊκούς τε καὶ κληρικοὺς ὑπὸ τοῦ τότε ἐπάρχου Μαξιμίνου τιμωρηθῆναι, καὶ οὕτω τόν τε Οὐρσῖνον παύσασθαι τῆς ἐπιχειρήσεως, καὶ κατασταλῆναι τοὺς βουληθέντας ἀκολουθῆσαι αὐτῷ.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
