Ancient Greek
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.3
Not analysed yet
Ὅτι Οὐάλεντος κακῶς ποιοῦντος ἐν τῇ ἀνατολῇ τοὺς τὸ ὁμοούσιον φρονοῦντας, ἐν τῇ Κωνσταντινουπόλει τύραννος ἀνέστη Προκόπιος: ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ σεισμὸς ἐπιγενόμενος καὶ θαλάσσης ἐπίκλυσις τὰς πολλὰς τῶν πόλεων ἔβλαψε. Ταῦτα δὲ αὐτοῦ κατὰ τὴν Συρίαν ποιοῦντος, ἐπανίστατο ἐκ τῆς Κωνσταντινουπόλεως τύραννος, Προκόπιος ὄνομα αὐτῷ: ὃς πολλὴν συγκροτήσας ἐν βραχεῖ χρόνῳ δύναμιν, ὁρμᾷν κατὰ τοῦ βασιλέως ἐσπούδαζεν. Τοῦτο ἀπαγγελθὲν εἰς ἀγωνίαν μεγίστην τὸν βασιλέα κατέστησεν, ἥτις αὐτοῦ καὶ τὴν κατὰ τῶν διωκομένων ὁρμὴν πρὸς ὀλίγον ἐπέσχεν. Ὡς δὲ ἐκ τοῦ πολέμου ταραχὴ τέως ὠδίνετο, σεισμὸς ἐπιγενόμενος πολλὰς τῶν πόλεων ἔβλαψεν. Ἥ τε θάλασσα τοὺς οἰκείους ὅρους ἐνήλλαξεν: ἔν τισι μὲν γὰρ τόποις τοσοῦτον ἐπέκλυσεν, ὡς τοὺς πρώην βασίμους τόπους πλεῖσθαι: ἑτέρων δὲ τόπων τοσοῦτον ἀπέστη, ὡς ἐν ξηρᾷ εὑρεθῆναι. Καὶ τοῦτο ἐγένετο κατὰ τὴν πρώτην ὑπατείαν τῶν δύο βασιλέων.