# Historia Ecclesiastica 4.30

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/4.30

Ὡς τοῦ Μεδιολάνων ἐπισκόπου Αὐξεντίου τελευτήσαντος, καὶ στάσεως ἐπὶ τῇ ἐκλογῇ τοῦ μέλλοντος χειροτονηθῆναι γενομένης, Ἀμβρόσιὸς ὁ τοῦ ἔθνους ἔπαρχος, τὴν στάσιν μετὰ στρατιωτικῆς χειρὸς καταπαύων, ψήφῳ κοινῇ, καὶ αὐτοῦ τοῦ βασιλέως Οὐαλεντινιανοῦ συναινέσαντος, πάντων προεκρίθη τῆς ἐκκλησίας πρόεδρος. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ ἕτερον μνήμης ἄξιον ἐν τῇ Μεδιολάνῳ συνέβη γενέσθαι: τελευτήσαντος γὰρ τοῦ ἐν αὐτῇ ἐπισκόπου Αὐξεντίου, ὃς ὑπὸ τῶν Ἀρειανῶν κεχειροτόνητο, πάλιν οἱ ἐν τῇ Μεδιολάνῳ περὶ ἐπιλογῆς ἐπισκόπου ἐταράσσοντο: πολλή τε ἦν αὐτοῖς ἡ φιλονεικία, ἄλλων ἄλλον προβάλλεσθαι σπευδόντων. Ὡς δὲ περὶ τούτου στάσις ἐγίνετο, εὐλαβηθεὶς ὁ τῆς ἐπαρχίας ἄρχων τὸ ὑπατικὸν ἔχων ἀξίωμα, ᾧ ἦν ὄνομα Ἀμβρόσιος, μήπως ἐκ τῆς ταραχῆς ἄτοπόν τι κατὰ τὴν πόλιν γένηται, εἰστρέχει εἰς τὴν ἐκκλησίαν ὡς καταπαύσων τὴν στάσιν. Ὡς δὲ ἐκεῖ γενομένῳ ὁ λαὸς ἡσυχίαν παρέσχε, πολλά τε λυσιτελοῦντα παραινῶν κατέστελλε τὰς ἀλόγους τοῦ πλήθους ὁρμὰς, αἰφνίδιος μία συμφωνία τῶν πάντων ἐγίνετο: καὶ ἐβόων, Ἀμβρόσιον ἄξιον εἶναι τῆς ἐπισκοπῆς, αὐτόν τε χειροτονεῖσθαι πάντες ἠξίουν: οὕτω γὰρ μόνως ἕνωσίν τε ἕξειν τὸν λαὸν, καὶ στέρξειν τὴν περὶ τὴν πίστιν ὁμόνοιαν. Ἐπεὶ δὲ ἔκ τινος θείου ἡ ὁμοφωνία τοῦ λαοῦ γενέσθαι τοῖς παροῦσιν ἐπισκόποις ἐφαίνετο, μηδὲν ὑπερθέμενοι συλλαμβάνουσι τὸν Ἀμβρόσιον: καὶ βαπτίσαντες,—κατηχούμενος γὰρ ἦν,— εὐθὺς πρὸς τὴν τῆς ἐπισκοπῆς ἱερωσύνην προχειρίζεσθαι ἔμελλον. Ἐπεὶ δὲ Ἀμβρόσιος τὸ μὲν βάπτισμα ἡδέως ἐδέξατο, πολὺς δὲ ἦν τὴν ἱερωσύνην παραιτούμενος, γνωρίζουσι τῷ βασιλεῖ Οὐαλεντινιανῷ τὰ γενόμενα. Ὁ δὲ βασιλεὺς θαυμάσας τὴν τοῦ λαοῦ ὁμόνοιαν, Θεοῦ τε ἔργον εἶναι γνοὺς τὸ γενόμενον, ἐδήλου τοῖς ἐπισκόποις, ὑπουργεῖν τῷ Θεῷ κελεύοντι χειροτονεῖν: Θεοῦ γὰρ μᾶλλον, ἢ ἀνθρώπων εἶναι τὴν ψῆφον τὴν ἐπ’ αὐτῷ. Τοῦτον τὸν τρόπον καταστάντος Ἀμβροσίου, οἱ ἐν Μεδιολάνῳ πρότερον διεστῶτες δἰ αὐτὸν τότε ἡνώθησαν.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
