# Historia Ecclesiastica 4.4

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/4.4

Ὅτι θορύβου ὄντος ἐν τοῖς δημοσίοις καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς, οἱ τὴν σύνοδον ἐν τῇ Λαμψάκῳ συγκροτήσαντες Μακεδονιανοὶ τὴν μὲν ἐν Ἀντιοχείᾳ πίστιν αὖθις κρατύναντες, τὴν ἐν Ἀριμίνῳ ἀνεθεμάτισαν, καὶ αὖθις τὴν Ἀκακίου καὶ Εὐδοξίου καθαίρεσιν βεβαιοῦσιν. Τούτων δὴ γενομένων, οὐδέτερα ἡσύχαζεν οὔτε τὰ δημόσια πράγματα οὔτε μὴν τὰ τῶν ἐκκλησιῶν. Οἱ μὲν οὖν παρὰ τοῦ βασιλέως τὴν σύνοδον συγκροτηθῆναι αἰτήσαντες ἐν τῇ Λαμψάκῳ συνῆλθον, ἐν ὑπατείᾳ τῇ αὐτῇ: τοῦτο δὲ ἦν ἕβδομον ἔτος ἀπὸ τῆς ἐν Σελευκείᾳ γενομένης συνόδου. Κἀκεῖ πάλιν τὴν ἐν Ἀντιοχείᾳ πίστιν ἐπιβεβαιώσαντες, ᾗ καὶ ἐν Σελευκείᾳ ὑπέγραψαν, ἀναθεματίζουσι τὴν ἐν Ἀριμίνῳ ὑπὸ τῶν πρώην ὁμοδόξων ἐκτεθεῖσαν πίστιν: καὶ αὖθις καταψηφίζονται τῶν περὶ Ἀκάκιον καὶ Εὐδόξιον, ὡς δικαίως καθαιρεθέντων. Τούτοις οὐδὲν ἀντιλέγειν Εὐδόξιος ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος ἴσχυεν: οὐ γὰρ αὐτῷ ἀμύνασθαι τούτους ὁ ἐνεστηκὼς δημόσιος συνεχώρει πόλεμος. Διὸ καὶ οἱ περὶ Ἐλεύσιον τὸν Κυζίκου ἐπίσκοπον ἐπικρατέστεροι τότε πρὸς ὀλίγον ἐγένοντο, συγκροτήσαντες τὸ χρηματίσαν Μακεδονίου δόγμα, μικρόν τε ἔμπροσθεν καὶ τὸ ἐν τῇ κατὰ Λάμψακον συνόδῳ γενόμενον φανερώτερον. Ταύτην ἐγὼ νομίζω τὴν σύνοδον αἰτίαν γενέσθαι τοῦ πλεονάζειν ἐν Ἑλλησπόντῳ τοὺς Μακεδονιανοὺς χρηματίζοντας: ἡ γὰρ Λάμψακος ἐν τῷ στενῷ τοῦ Ἑλλησπόντου κεῖται πορθμῷ. Αὕτη μὲν οὖν ἡ σύνοδος τοιαύτην ἔσχε τὴν ἔκβασιν.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
