# Historia Ecclesiastica 4.7

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/4.7

Ὅτι Εὐνόμιος Κυζίκου γέγονεν ἐπίσκοπος Ἐλεύσιον τὸν Μακεδονιανὸν ἐκβαλών: καὶ περὶ τοῦ πόθεν ὥρμητο, καὶ ὅτι Ἀετίου τοῦ ἀθέου ὑπογραφεὺς ὢν τὰ ἐκείνου ἐζήλωσεν. Ταῦτα ἀκούσας ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος προβάλλεται πρὸς τὴν ἐπισκοπὴν τῆς Κυζίκου Εὐνόμιον, ὡς δυνάμενον δεινότητι λόγων πρὸς ἑαυτὸν ἑλκύσαι τὰ πλήθη. Κατελθόντος δὲ τοῦ Εὐνομίου, πρόσταγμα τοῦ βασιλέως ἐκέλευσεν ἐξωθεῖσθαι μὲν τὸν Ἐλεύσιον, ἐνθρονίζεσθαι δὲ τὸν Εὐνόμιον. Καὶ δὴ τούτου γενομένου, οἱ περὶ τὸν Ἐλεύσιον ἔξω τῆς πόλεως εὐκτήριον οἶκον κατασκευάσαντες, τὰς συναγωγὰς ἐποιήσαντο. Καὶ περὶ μὲν Ἐλευσίου τοσαῦτα εἰρήσθω: περὶ δὲ Εὐνομίου ἐκεῖνα λεκτέον. Εὐνόμιος ὑπογραφεὺς γέγονεν Ἀετίου, τοῦ ἐπικληθέντος Ἀθέου, οὗ καὶ ἀνωτέρω πεποιήμεθα μνήμην. Συνὼν δὲ αὐτῷ τὸν ἐκείνου σοφιστικὸν τρόπον ἐζήλωσε: λεξειδίοις τε σχολάζων καὶ ποιῶν ἑαυτῷ σοφίσματα οὐκ ᾐσθάνετο. Ἐκ τούτων τε τυφωθεὶς εἰς βλασφημίαν ἐξέπεσε, τὸ Ἀρείου μὲν δόγμα ζηλῶν, κατὰ πολλὰ δὲ τοῖς τῆς ἀληθείας δόγμασι πολεμῶν: ὀλιγομαθῶς μὲν ἔχων πρὸς τὰ ἱερὰ γράμματα, καὶ μηδὲ συνιέναι αὐτὰ δυνάμενος: πολύχους δὲ τὴν λέξιν, καὶ τὰ αὐτὰ περιστρέφων ἀεὶ, καὶ μὴ δυνάμενος περιγενέσθαι τοῦ προτεθέντος σκοποῦ: ὡς δεικνύουσιν αὐτοῦ οἱ ἑπτὰ τόμοι, οὓς ἐματαιπόνησεν εἰς τὴν πρὸς Ῥωμαίους τοῦ ἀποστόλου ἐπιστολήν. Πολλοὺς γὰρ λόγους εἰς αὐτὴν ἀναλώσας, τῆς ἐπιστολῆς τὸν σκοπὸν ἑλεῖν οὐ δεδύνηται. Ἐφάμιλλοι δὲ αὐτοῦ καὶ οἱ ἄλλοι οἱ φερόμενοι λόγοι τυγχάνουσιν: ὧν ὁ βουλόμενος πεῖραν λαβεῖν εὑρήσει ἐν πολυλεξίᾳ τὴν τῶν νοημάτων εὐτέλειαν. Τοῦτον τοίνυν τὸν Εὐνόμιον Εὐδόξιος πρὸς τὴν ἐπισκοπὴν τῆς Κυζίκου προὐβάλλετο. Ὡς οὖν ἐγένετο κατ̓ αὐτὴν, τῇ συνήθει διαλεκτικῇ χρώμενος, ἐξενοφώνει τοὺς ἀκροωμένους αὐτοῦ: καὶ ταραχὴ κατὰ τὴν Κύζικον ἦν. Μὴ ἐνεγκόντες οὖν αὐτοῦ τὸν λεξικὸν τύφον, οἱ Κυζικηνοὶ τῆς πόλεως ἐξελαύνουσιν: ὁ δὲ καταλαβὼν τὴν Κωνσταντινούπολιν συνῆν μὲν τῷ Εὐδοξίῳ, σχολαῖος δὲ ἐπίσκοπος ἦν. Ἵνα δὲ μὴ δόξωμεν λοιδορίας χάριν ταῦτα λέγειν, αὐτῆς ἐπάκουε τῆς Εὐνομίου φωνῆς, οἷα σοφιζόμενος περὶ Θεοῦ λέγειν τολμᾷ: φησὶ γὰρ κατὰ λέξιν τάδε: Ὁ Θεὸς περὶ τῆς ἑαυτοῦ οὐσίας οὐδὲν πλέον ἡμῶν ἐπίσταται: οὐδέ ἐστιν αὕτη μᾶλλον μὲν ἐκείνῳ, ἧττον δὲ ἡμῖν γινωσκομένη: ἀλλ̓ ὅπερ ἂν εἰδείημεν ἡμεῖς περὶ αὐτῆς, τοῦτο πάντως κἀκεῖνος οἶδεν: ὃ δ̓ αὖ πάλιν ἐκεῖνος, τοῦτο εὑρήσεις ἀπαραλλάκτως ἐν ἡμῖν. Ταῦτα μὲν καὶ ἄλλα πολλὰ τοιαῦτα Εὐνόμιος σοφίσματα ποιῶν οὐκ ᾐσθάνετο: ὅπως δὲ τῶν Ἀρειανῶν μικρὸν ὕστερον ἐχωρίσθη, κατὰ χώραν ἐρῶ.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
