# Historia Ecclesiastica 5.12

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/5.12

Ὡς ὁ βασιλεὺς Θεοδόσιος κατὰ Μαξίμου δύναμιν μεγίστην εὐτρεπίσας, καθ̓ ὃν καιρὸν Ὁνώριος αὐτῷ ἐκ Πλακίλλης ἐτέχθη, Ἀρκάδιον μὲν ἐν Κωνσταντινουπόλει κατέλιπεν: αὐτὸς δὲ ἐν Μεδιολάνῳ τῷ τυράννῳ προσέμιξεν. Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐν φροντίδι μεγάλῃ καθίστατο, δύναμίν τε μεγίστην κατὰ τοῦ τυράννου ηὐτρέπιζεν, εὐλαβούμενος μὴ καὶ τῷ νέῳ Οὐαλεντινιανῷ ὁ τύραννος φόνον βουλεύσειε. Κατὰ ταὐτὸ δὲ καὶ πρεσβεία Περσῶν παρῆν, εἰρήνην παρὰ τοῦ βασιλέως αἰτοῦσα. Τότε δὴ καὶ προσγίνεται τῷ βασιλεῖ υἱὸς Ὁνώριος τεχθεὶς αὐτῷ ἐκ τῆς γαμετῆς Πλακίλλης, ἐν ὑπατείᾳ Ῥιχομηλίου καὶ Κλεάρχου, τῇ ἐννάτῃ τοῦ Σεπτεμβρίου μηνός. Καθ̓ ἣν ὑπατείαν καὶ Ἀγέλιος ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος μικρῷ πρότερον ἐτελεύτησεν. Τῇ δὲ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Ἀρκαδίου Αὐγούστου τὸ πρῶτον καὶ Βαύδωνος, τελευτήσαντος Τιμοθέου τοῦ ἐπισκόπου Ἀλεξανδρείας, Θεόφιλος τὴν ἐπισκοπὴν ἐκδέχεται. Μετὰ ταῦτα δὲ ἐνιαυτῷ ὕστερον καὶ Δημόφιλος ὁ τῆς Ἀρειανῆς προεστὼς θρησκείας τέλει τοῦ βίου ἐχρήσατο. Ἀρειανοὶ δὲ Μαρῖνόν τινα ἐπίσκοπον τῆς οἰκείας αἱρέσεως ἐκ Θρᾴκης μεταστειλάμενοι, αὐτῷ τὴν ἐπισκοπὴν ἐπέτρεψαν. Ἀλλ̓ οὐκ ἐχρόνισεν ὁ Μαρῖνος: ἐπ’ αὐτῷ γὰρ διῃρέθη ἡ Ἀρειανῶν θρησκεία, ὡς ὕστερον λέξω: Δωρόθεόν θεόν τε αὖθις ἐκ τῆς Ἀντιοχείας τῆς ἐν Συρίᾳ μεταπεμψάμενοι, ὑπ’ αὐτῷ ἐτάττοντο. Ὁ δὲ βασιλεὺς ἐπὶ τὸν κατὰ Μαξίμου πόλεμον ἤλαυνε, καταλιπὼν ἐν τῇ Κωνσταντινουπόλει τὸν υἱὸν Ἀρκάδιον βασιλεύοντα: καταλαβών τε τὴν Θεσσαλονίκην εὑρίσκει τοὺς περὶ Οὐαλεντινιανὸν πολλῇ ἀθυμίᾳ διάγοντας, ὅτι δἰ ἀνάγκην τὸν τύραννον ὡς βασιλέα ἐδέξαντο. Ὁ Θεοδόσιος δὲ ἐν μὲν τῷ φανερῷ οὐδέτερον ἐδείκνυεν: οὔτε γὰρ ἠθέτει οὔτε προσεδέχετο τὴν Μαξίμου πρεσβείαν. Οὐ μὴν ἠνείχετο περιορᾷν τυραννουμένην τὴν Ῥωμαίων ἀρχὴν προσχήματι βασιλικοῦ ὀνόματος: ἀναλαβὼν δὲ τὰς δυνάμεις τῶν στρατιωτικῶν ταγμάτων ἐπὶ τὴν Μεδιόλανον ἐχώρει: ἐκεῖ γὰρ ἐφθάκει ὁ Μάξιμος.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
