# Historia Ecclesiastica 5.18

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/5.18

Ὡς ὁ βασιλεὺς Θεοδόσιος ἐν τῇ Ῥώμῃ γεγονὼς πολλὰ τὴν πόλιν ὠφέλησε, περιελὼν τά τε ἐν τοῖς Μαγκηπείοις λῃστήρια καὶ τὰ ἐν τοῖς πορνείοις ἄτοπα τῶν σείστρων. Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐπ’ ὀλίγον κατὰ τὴν Ἰταλίαν διατρίψας, μέγιστα τὴν Ῥωμαίων ὤνησε πόλιν: τὰ μὲν τῷ δοῦναι, τὰ δὲ τῷ περιελεῖν. Καὶ γὰρ πολλὰ ἐφιλοτιμήσατο: καὶ περιεῖλε διττὴν αἰσχύνην τῆς πόλεως: μίαν μὲν τήνδε. Ἦσαν ἐξ ἀρχαίου κατὰ τὴν μεγίστην Ῥώμην οἶκοι παμμεγέθεις, ἐν οἷς ὁ τῇ πόλει χορηγούμενος ἄρτος ἐγίνετο: οἵ τε προϊστάμενοι τούτων, οἳ μάγκιπες τῇ Ῥωμαίων γλώσσῃ καλοῦνται, προϊόντος τοῦ χρόνου λῃστήρια τοὺς οἴκους πεποίηνται. Ὡς γὰρ ἦσαν οἱ τῶν οἴκων μυλῶνες κατὰ βάθους τὴν θέσιν ἔχοντες, κατὰ τὸ πλευρὸν ἑκάστου οἰκήματος καπηλεῖα κατασκευάσαντες, πόρνας τε ἐν αὐτοῖς προστησάμενοι, δἰ αὐτῶν ἐλοχῶντο πολλούς: τοὺς μὲν τῇ χρείᾳ τῆς τροφῆς εἰσιόντας, τοὺς δὲ καὶ δἰ ἀκρασίαν αἰσχρᾶς ἡδονῆς. Ἐκ γάρ τινος μηχανῆς ἐκ τοῦ καπηλείου εἰς τὸν μυλῶνα ἐνέπιπτον: καὶ τοῦτο ἔπασχον μάλιστα οἱ ξένοι τῇ Ῥώμῃ ἐπιδημοῦντες. Ἠναγκάζοντό τε οἱ ἁλόντες ἐν τοῖς μυλῶσιν ἐργάζεσθαι: πολλοί τε κατεγήρασαν ἐν αὐτοῖς μὴ συγχωρηθέντες ὑπεξελθεῖν, τοῖς τε οἰκείοις ἑαυτῶν τοῦ τεθνηκέναι δόξαν παρεσχηκότες. Ἐν τῇ παγίδι ταύτῃ τῶν στρατιωτῶν τις τοῦ βασιλέως Θεοδοσίου ἐνέπεσεν: ἐπεὶ δὲ ὁ στρατιώτης κατάκλειστος τῷ μυλῶνι γενόμενος ἐξελθεῖν οὐκ ἠφίετο, σπασάμενος ἣν εἶχε παραξιφίδα, τοὺς κωλύοντας διεχρήσατο: οἱ δὲ φόβῳ τῶν γινομένων τὸν στρατιώτην ἀπέλυσαν. Γνοὺς ταῦτα ὁ βασιλεὺς τοὺς μάγκιπας μὲν ἐτιμωρήσατο, τοὺς δὲ λῃστοδόχους οἴκους ἐκείνους καταστραφῆναι ἐκέλευσε. Μίαν μὲν δὴ τοιαύτην αἰσχύνην ὁ βασιλεὺς περιεῖλε τῆς βασιλευούσης πόλεως: ἑτέραν δὲ τοιαύτην: εἰ ἥλω ἐπὶ μοιχείᾳ γυνὴ, οὐ διορθώσει, ἀλλὰ προσθήκῃ τῆς ἁμαρτίας ἐτιμωροῦντο τὴν πταίσασαν. Ἐν γὰρ πορνείῳ στενῷ κατάκλειστον ποιήσαντες ἀναιδῶς ἐποίουν πορνεύεσθαι: κώδωνάς τε σείεσθαι κατὰ τὸν καιρὸν τῆς ἀκαθάρτου πράξεως ἐποίουν, ὅπως ἂν μὴ λανθάνῃ τοὺς παριόντας τὸ γινόμενον: ἀλλ̓ ἐκ τοῦ ἤχου τῶν σειομένων κωδώνων ἡ ἐφύβριστος τιμωρία τοῖς πᾶσιν ἐγνωρίζετο. Ταῦτα οὐκ ἤνεγκεν ὁ βασιλεὺς πυθόμενος τὴν ἀναιδῆ συνήθειαν: ἀλλὰ κατέλυσε τὰ σεῖστρα, οὕτω γὰρ ὠνομάζετο τὰ τοιαῦτα πορνεῖα: τοῖς ἄλλοις ὑποπίπτειν νόμοις τὰς ἁλούσας ἐπὶ μοιχείᾳ κελεύσας. Τοιούτων μὲν δὴ φαυλοτάτων καὶ ἐφυβρίστων δύο πραγμάτων ὁ βασιλεὺς Θεοδόσιος τὴν Ῥωμαίων πόλιν ἐλευθέραν πεποίηκε. Καταστησάμενος δὲ καλῶς καὶ τὰ ἄλλα πράγματα, καταλείπει μὲν ἐν τῇ Ῥώμῃ Οὐαλεντινιανὸν βασιλεύοντα. Αὐτὸς δὲ ἅμα τῷ υἱῷ Ὁνωρίῳ ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπορεύθη, εἰς αὐτήν τε εἰσέρχεται ἐν ὑπατείᾳ Τατιανοῦ καὶ Συμμάχου, τῇ δεκάτῃ τοῦ Νοεμβρίου μηνός.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
