Ancient Greek
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.19
Not analysed yet
Περὶ τῶν ἐπὶ τῆς μετανοίας πρεσβυτέρων. ὅπως τηνικαῦτα περιῃρέθησαν. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον ἔδοξε καὶ τοὺς ἐπὶ τῆς μετανοίας περιελεῖν. πρεσβυτέρους τῶν ἐκκλησιῶν δἰ αἰτίαν τοιαύτην. Ἀφ̓ οὖ Ναυατιανοὶ τῆς ἐκκλησίας διεκρίθησαν, τοῖς ἐπταικόσιν ἐν τῷ ἐπὶ Δεκίου διωγμῷ κοινωνῆσαι μὴ θελήσαντες, οἱ ἐπίσκοποι τῷ ἐκκλησιαστικῷ κανόνι τὸν πρεσβύτερον τὸν ἐπὶ τῆς μετανοίας προσέθεσαν, ὅπως ἂν οἱ μετὰ τὸ βάπτισμα πταίσαντες ἐπὶ τοῦ προβληθέντος τούτου πρεσβυτέρου ἐξομολογῶνται τὰ ἁμαρτήματα. Οὗτος ὁ κανὼν κρατεῖ μέχρι νῦν ἐν ταῖς ἄλλαις αἱρέσεσι: μόνοι δὲ οἱ τοῦ ὁμοουσίου φρονήματος, καὶ οἱ τούτοις κατὰ τὴν πίστιν ὁμόφρονες Ναυατιανοὶ, τὸν ἐπὶ τῆς μετανοίας πρεσβύτερον παρῃτήσαντο. Ναυατιανοὶ μὲν γὰρ οὐδὲ τὴν ἀρχὴν τὴν προσθήκην ταύτην ἐδέξαντο: οἱ δὲ νῦν τῶν ἐκκλησιῶν κρατοῦντες ἕως πολλοῦ φυλάξαντες, ἐπὶ Νεκταρίου τοῦ ἐπισκόπου μετέθεσαν, τοιούτου τινὸς ἐπὶ τὴν ἐκκλησίαν συμβάντος. Γυνή τις τῶν εὐγενῶν προσῆλθεν τῷ ἐπὶ τῆς μετανοίας πρεσβυτέρῳ: καὶ κατὰ μέρος ἐξομολογεῖται τὰς ἁμαρτίας, ἃς ἐπεπράχει μετὰ τὸ βάπτισμα. Ὁ δὲ πρεσβύτερος παρήγγειλε τῇ γυναικὶ νηστεύειν καὶ συνεχῶς εὔχεσθαι, ἵνα σὺν τῇ ὁμολογίᾳ καὶ ἔργον τι δεικνύειν ἔχῃ τῆς μετανοίας ἄξιον. Ἡ δὲ γυνὴ προβαίνουσα καὶ ἄλλο πταῖσμα ἑαυτῆς κατηγόρει: ἔλεγε γὰρ, ὡς εἴη συγκαθευδήσας αὐτῇ τῆς ἐκκλησίας διάκονος. Τοῦτο ἐλεγχθὲν τὸν μὲν διάκονον τῆς ἐκκλησίας ἐκπεσεῖν παρεσκεύασε: ταραχὴ δὲ κατέσχε τὰ πλήθη: ἠγανάκτουν γὰρ οὐ μόνον ἐπὶ τῷ γενομένῳ, ἀλλ̓ ὅτι καὶ τῇ ἐκκλησίᾳ βλασφημίαν ἡ πρᾶξις καὶ ὕβριν προὐξένησεν. Διασυρομένων δὲ ἐκ τούτου τῶν ἱερωμένων ἀνδρῶν, Εὐδαίμων τις τῆς ἐκκλησίας πρεσβύτερος, Ἀλεξανδρεὺς τὸ γένος, γνώμην τῷ ἐπισκόπῳ δίδωσι Νεκταρίῳ περιελεῖν μὲν τὸν ἐπὶ τῆς μετανοίας πρεσβύτερον, συγχωρῆσαι δὲ ἕκαστον τῷ ἰδίῳ συνειδότι τῶν μυστηρίων μετέχειν: οὕτω γὰρ μόνως ἔχειν τὴν ἐκκλησίαν τὸ ἀβλασφήμητον. Ταῦτα παρὰ τοῦ Εὐδαίμονος ἀκούσας ἐγὼ τῇ γραφῇ τῇδε παραδοῦναι ἐθάρρησα: ὡς γὰρ πολλάκις ἔφην πᾶσαν σπουδὴν παῤ ἑκάστου τῶν εἰδότων ἐθέμην μανθάνειν τὰ πράγματα καὶ ἀκριβῶς ἐρευνᾷν, ἵνα μὴ ἔξω τῆς ἀληθείας τι γράφοιμι. Ἐγὼ δὲ πρὸς τὸν Εὐδαίμονα πρότερον ἔφην: Ἡ συμβουλή σου, ὦ πρεσβύτερε, εἰ συνήνεγκεν τῇ ἐκκλησίᾳ, ἢ εἰ μὴ, Θεὸς ἂν εἰδείη: ὁρῶ δὲ ὅτι πρόφασιν παρέσχε τοῦ μὴ ἐλέγχειν ἀλλήλων τὰ ἁμαρτήματα, μηδὲ φυλάττειν τὸ τοῦ ἀποστόλου παράγγελμα τὸ λέγον, Μηδὲ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Περὶ μὲν οὖν τούτων αὐτάρκως εἰρήσθω.