# Historia Ecclesiastica 5.20

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/5.20

Ὡς καὶ ἐν Ἀρειανοῖς, καὶ τοῖς ἄλλοις αἱρετικοῖς, σχίσματα πολλὰ γεγόνασιν. Ἄξιον δὲ ἡγοῦμαι μὴ ἀμνημόνευτα καταλιπεῖν καὶ τὰ παρὰ τοῖς ἄλλοις γενόμενα, φημὶ δὴ Ἀρειανοῖς, καὶ Ναυατιανοῖς, καὶ τοῖς ἀπὸ Μακεδονίου καὶ Εὐνομίου τὰς προσωνυμίας εἰληφόσιν. Ἡ γὰρ ἐκκλησία διαιρεθεῖσα, ἐπὶ τῇ ἅπαξ γενομένῃ διαιρέσει οὐχ ἵστατο: ἀλλὰ στραφέντες καθ̓ ἑαυτῶν πάλιν ἐχώρουν: καὶ μικρᾶς καὶ εὐτελοῦς προφάσεως λαβόμενοι ἀλλήλων διεχωρίζοντο. Ὅπως μὲν οὖν, καὶ πότε, καὶ δἰ ἃς αἰτίας ἕκαστοι καὶ εἰς ἑαυτοὺς διαιρέσεις πεποίηντο, προϊόντος τοῦ λόγου δηλώσομεν. Τοῦτο δὲ ἰστέον, ὡς ὁ βασιλεὺς Θεοδόσιος οὐδένα τούτων ἐδίωκε, πλὴν ὅτι τὸν Εὐνόμιον ἐν Κωνσταντινουπόλει ἐπὶ οἰκίας συνάγοντα, καὶ τοὺς συγγραφέντας αὐτῷ λόγους ἐπιδεικνύμενον, ὡς ταῖς διδασκαλίαις πολλοὺς λυμαινόμενον, εἰς ἐξορίαν πεμφθῆναι ἐκέλευσε. Τῶν μέντοι ἄλλων οὐδένα οὔτε ἔσκυλεν, οὔτε αὐτῷ κοινωνῆσαι ἠνάγκαζεν: ἀλλ̓ ἑκάστους συνεχώρει κατὰ τοὺς ἰδίους τόπους συνάγεσθαι, καὶ δοξάζειν τὰ τοῦ Χριστιανισμοῦ, ὡς καταλαβεῖν ἕκαστοι τὴν περὶ αὐτῶν δόξαν ἠδύναντο. Καὶ τοὺς μὲν ἄλλους ἔξω τῶν πόλεων συνεχώρησε εὐκτηρίους οἴκους κατασκευάζειν: Ναυατιανοὺς δὲ, ὡς ὁμόφρονας τῇ αὐτοῦ πίστει, ἐντὸς τῶν πόλεων τὰς ἑαυτῶν ἐκκλησίας θαρροῦντας ἔχειν ἐκέλευσεν, ὥς μοι καὶ πρότερον εἴρηται. Περὶ ὧν μνημονεῦσαι μικρὰ εὔκαιρον εἶναι ἡγοῦμαι,ἀναλαβόντας βραχύ.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
