# Historia Ecclesiastica 5.23

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/5.23

Περὶ τῶν ἐν Κωνσταντινουπόλει Ἀρειανῶν, τῶν καὶ Ψαθυριανῶν μετονομασθέντων. Γίγνονται δὲ καὶ ἐν Ἀρειανοῖς διαιρέσεις δἰ αἰτίαν τοιαύτην: αἱ καθ̓ ἑκάστην παῤ αὐτοῖς ἐριστικαὶ ζητήσεις εἰς ἄτοπά τινα τοὺς λόγους αὐτῶν προήγαγον. Ἐπεὶ γὰρ ἐν τῇ ἐκκλησίᾳ πεπίστευται ὁ Θεὸς Πατὴρ εἶναι Υἱοῦ τοῦ Λόγου, ζήτημα ἐνέπεσεν εἰς αὐτοὺς, εἰ δύναται καὶ πρὸ τοῦ ὑποστῆναι τὸν Υἱὸν ὁ Θεὸς καλεῖσθαι Πατήρ; Ἐπεὶ γὰρ τὸν τοῦ Θεοῦ Λόγον οὐκ ἐκ Πατρὸς γεννᾶσθαι, ἀλλ̓ ἐξ οὐκ ὄντων ὑποστῆναι ἐδόξαζον, περὶ τὸ πρῶτον καὶ ἀνωτάτω κεφάλαιον σφαλέντες εἰκότως περὶ ψιλοῦ ὀνόματος εἰς ἄτοπον φιλονεικίαν ἐξέπεσον. Δωρόθεος μὲν οὖν, ἐκ τῆς Ἀντιοχείας ὑπ’ αὐτῶν μετασταλεὶς, ἔλεγε μὴ δύνασθαι Πατέρα εἶναι ἢ καλεῖσθαι, μὴ ὑφεστῶτος Υἱοῦ. Μαρῖνος δὲ, ὃν ἐκ Θρᾴκης πρὸ Δωροθέου κεκλήκεισαν, εὐκαίρου δραξάμενος ἀφορμῆς, —ἐλυπεῖτο γὰρ ὅτι αὐτοῦ Δωρόθεος προεκέκριτο,—τοῦ ἐναντίου λόγου προΐστατο. Διὰ τοῦτο γίνεται εἰς αὐτοὺς διαίρεσις: καὶ χωρισθέντες διὰ τὸ προλεχθὲν λεξείδιον, κατ̓ ἰδίαν ἑκάτερος τὰς συναγωγὰς ἐποιοῦντο: τῶν ὑπὸ Δωρόθεον ταττομένων κατὰ τοὺς οἰκείους τόπους μεινάντων: οἱ δὲ ἀκολουθήσαντες Μαρίνῳ ἰδίους κατασκευάσαντες εὐκτηρίους οἴκους τὰς συναγωγὰς ἐποιοῦντο, λέγοντες τὸν Πατέρα ἀεὶ εἶναι Πατέρα, καὶ μὴ ὑφεστῶτος τοῦ Υἱοῦ. Ἐκαλοῦντο δὲ οὗτοι Ψαθυριανοὶ, ὅτι Θεόκτιστός τις ψαθυροπώλης, Σύρος τὸ γένος, διαπύρως τῷ λόγῳ τῷδε συνίστατο. Ἐπηκολούθησε δὲ αὐτοῖς καὶ Σεληνᾶς ὁ τῶν Γότθων ἐπίσκοπος, ἀνὴρ ἐπίμικτον ἔχων τὸ γένος: Γότθος μὲν ἦν ἐκ πατρὸς, Φρὺξ δὲ κατὰ μητέρα: καὶ διὰ τοῦτο ἀμφοτέραις ταῖς διαλέκτοις ἑτοίμως κατὰ τὴν ἐκκλησίαν ἐδίδασκε. Καὶ οὗτοι δὲ μικρὸν ὕστερον διῃρέθησαν, Μαρίνου πρὸς Ἀγάπιον διενεχθέντος, ὃν αὐτὸς εἰς ἐπισκοπὴν τῆς Ἐφέσου προεβέβλητο. Οὗτοι δὲ οὐ περὶ θρησκείας, ἀλλὰ περὶ προεδρίας μικροψυχήσαντες ἐπολέμουν ἀλλήλοις, τῶν Γότθων προσθεμένων τῷ Ἀγαπίῳ. Διὸ πολλοὶ τῶν ὑπ’ αὐτοῖς κληρικῶν, μισήσαντες τὴν ἐκ κενοδοξίας τεχθεῖσαν μάχην αὐτοῖς, ἀποστάντες αὐτῶν τῇ ὁμοουσίῳ πίστει προσέθεντο. Ἀρειανοὶ μὲν δὴ ἐπὶ τριακονταπέντε ἔτη χωρισθέντες ἀλλήλων, ὕστερον ἐπὶ τῆς βασιλείας τοῦ νέου Θεοδοσίου, κατὰ τὴν ὑπατείαν τοῦ στρατηλάτου Πλῖνθα, τῆς Ψαθυριανῶν ὄντος αἱρέσεως, πεισθέντες τῆς φιλονεικίας ἐπαύσαντο, καὶ ἡνώθησαν, ὥσπερ νόμον ὁρίσαντες, μηδέποτε μνημονεῦσαι τοῦ κεφαλαίου δἰ ὃ ἐχωρίζοντο. Τοῦτο δὲ ἐν μόνῃ τῇ Κωνσταντινουπόλει ποιῆσαι δεδύνηνται: οἱ γὰρ ἐν ταῖς ἄλλαις πόλεσιν, εἴπου καὶ τυγχάνουσιν ὄντες, ἐπιμένουσι χωριζόμενοι. Τοιαῦτα μὲν καὶ περὶ τῆς ἐν Ἀρειανοῖς διαιρέσεως.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
