# Historia Ecclesiastica 5.6

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/5.6

Ὡς Γρηγόριος ὁ Ναζιανζοῦ κοινῷ δόγματι τῶν ὀρθοδόξων τὴν προστασίαν τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας ἀναδέδεκται, καθ̓ ὃν καιρὸν καὶ Θεοδόσιος ὁ βασιλεὺς μετὰ τὴν κατὰ τῶν βαρβάρων νίκην ἐν Θεσσαλονίκῃ νοσήσας ὑπὸ Ἀσχολίου τοῦ ἐπισκόπου βαπτίζεται. Ὅτε κοινῷ δόγματι πολλῶν ἐπισκόπων Γρηγόριος ἀπὸ τῆς Ναζιανζοῦ πρὸς τὴν Κωνσταντινουπόλεως ἐπισκοπὴν μετετίθετο. Τοῦτο μὲν οὕτως ἐγένετο. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον οἱ βασιλεῖς Γρατιανὸς καὶ Θεοδόσιος κατὰ βαρβάρων ᾔραντο νίκας: καὶ Γρατιανὸς μὲν εὐθὺς ἐπὶ τὰς Γαλλίας ἐχώρει, Ἀλαμανῶν κατατρεχόντων τὴν ἐκεῖ χώραν: Θεοδόσιος δὲ μετὰ τὰ τρόπαια ἐπὶ τὴν Κωνσταντινούπολιν σπεύδων τὴν Θεσσαλονίκην καταλαμβάνει. Ἐκεῖ τε ἀρρωστίᾳ περιπεσὼν ἀξιωθῆναι τοῦ Χριστιανικοῦ βαπτίσματος ἐπεθύμησεν, ἄνωθεν μὲν ἐκ προγόνων Χριστιανὸς ὑπάρχων, καὶ τῇ τοῦ ὁμοουσίου πίστει προσκείμενος. Τὸ δὲ βαπτισθῆναι διὰ τὴν ἀρρωστίαν σπεύσας, ἐπιζητήσας τε τὸν Θεσσαλονικέων ἐπίσκοπον, ἠρώτησε πρότερον ποίαν πίστιν ἠσπάζετο. Τοῦ δὲ εἰπόντος, ὡς οὐ παρῆλθεν ἡ Ἀρειανῶν δόξα κατὰ τὰ Ἰλλυριῶν ἔθνη, οὐδὲ ἴσχυσε συναρπάσαι ἡ παῤ ἐκείνου γεγενημένη καινοτομία τὰς τῇδε ἐκκλησίας, ἀλλὰ μένουσι φυλάσσοντες ἀσάλευτον τὴν ἄνωθεν μὲν καὶ ἐξ ἀρχῆς ἐκ τῶν ἀποστόλων παραδοθεῖσαν πίστιν, ἐν δὲ τῇ κατὰ Νίκαιαν συνόδῳ βεβαιωθεῖσαν, ὁ βασιλεὺς ἀσμενέστατα ὑπὸ Ἀσχολίου τοῦ ἐπισκόπου βαπτίζεται. Ἀναρρωσθεὶς οὖν ἐκ τῆς νόσου μετ̓ οὐ πολλὰς τὰς ἡμέρας ἐπὶ τὴν Κωνσταντινούπολιν ἔρχεται, περὶ τὴν τετάρτην καὶ εἰκάδα τοῦ Νοεμβρίου μηνὸς, ἐν ὑπατείᾳ Γρατιανοῦ τὸ πέμπτον καὶ αὐτοῦ Θεοδοσίου τὸ πρῶτον.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
