# Historia Ecclesiastica 6.1

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/6.1

Ὡς τοῦ βασιλέως Θεοδοσίου τελευτήσαντος, τῶν υἱῶν αὐτοῦ διανειμαμένων τὴν βασιλείαν, καὶ τοῦ στρατοῦ μετ̓ ὀλίγον ἀπὸ τῆς Ἰταλίας ἐλθόντος, τοῦ τε Ἀρκαδίου αὐτοῖς ὑπαντήσαντος, Ῥουφῖνος ὁ ὑπάρχων πρὸς τοῖς ποσὶ τοῦ βασιλέως ὑπ’ αὐτῶν ἀναιρεῖται. Τοῦ δὴ βασιλέως Θεοδοσίου τελευτήσαντος ἐν ὑπατείᾳ Ὀλυβρίου καὶ Προβίνου, τῇ ἑπτακαιδεκάτῃ τοῦ Ἰαννουαρίου μηνὸς, οἱ αὐτοῦ υἱοὶ τὴν Ῥωμαίων ἀρχὴν διαδέχονται: καὶ Ἀρκάδιος μὲν τῶν ἑῴων, Ὁνώριος δὲ τῶν ἑσπερίων εἶχε τὸ κράτος. Τῶν ἐκκλησιῶν δὲ κατὰ τούσδε τοὺς χρόνους προειστήκεισαν ἐν μὲν τῇ βασιλευούσῃ Ῥώμῃ Δάμασος: ἐν δὲ Ἀλεξανδρείᾳ Θεόφιλος: τῶν δὲ περὶ τὰ Ἱεροσόλυμα Ἰωάννης ἐκράτει: Φλαβιανὸς δὲ τὴν Ἀντιοχέων εἶχε: κατὰ δὲ τὴν νέαν Ῥώμην Κωνσταντινούπολιν Νεκτάριος εἶχε τὸν θρόνον, καθὰ καὶ ἐν τῷ προλαβόντι βιβλίῳ ἡμῖν ἱστόρηται. Περὶ δὲ τὴν ὀγδόην τοῦ Νοεμβρίου μηνὸς, ἐν τῇ αὐτῇ ὑπατείᾳ, τὸ σῶμα Θεοδοσίου κομισθὲν τῇ νενομισμένῃ κηδείᾳ ὁ υἱὸς ἐτίμα Ἀρκάδιος. Οὐκ εἰς μακρὰν δὲ μετὰ ταῦτα τῇ εἰκάδι ἑβδόμῃ τοῦ αὐτοῦ μηνὸς καὶ ὁ στρατὸς παρῆν, ὁ ἅμα τῷ βασιλεῖ Θεοδοσίῳ κατὰ τοῦ τυράννου στρατεύσας. Ὡς οὖν ὁ βασιλεὺς Ἀρκάδιος κατὰ τὸ εἰωθὸς πρὸ τῶν πυλῶν ἀπήντησε τῷ στρατῷ, τηνικαῦτα καὶ οἱ στρατιῶται Ῥουφῖνον τὸν ὕπαρχον τοῦ βασιλέως ἀπέκτειναν. Ὑπωπτεύετο γὰρ εἰς τυραννίδα ὁ Ῥουφῖνος: καὶ δόξαν εἶχεν, ὡς αὐτὸς εἴη τοὺς Οὕννους τὸ βάρβαρον ἔθνος ἐπικαλεσάμενος εἰς τὴν Ῥωμαίων χώραν. Καὶ γὰρ ἦσαν κατ̓ ἐκεῖνο τοῦ καιροῦ Ἀρμενίαν τε καὶ τινα μέρη τῆς ἑῴας κατατρέχοντες. Καθ̓ἣν μὲν οὖν ἡμέραν ὁ Ῥουφῖνος ἀνῄρητο, κατ̓αὐτὴν καὶ ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος Μαρκιανὸς ἐτελεύτησε: καὶ διαδέχεται τὴν ἐπισκοπὴν Σισίννιος, οὗ καὶ ἀνωτέρω ἐμνημονεύσαμεν.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
