# Historia Ecclesiastica 7.11

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/7.11

Περὶ τῶν ἐν Ῥώμῃ ἐπισκοπησάντων. Μετὰ δὲ Ἰνοκέντιον Ζώσιμος τῆς ἐν Ῥώμῃ ἐκκλησίας ἐπὶ δύο ἔτη ἐκράτησε: καὶ μετὰ τοῦτον δὲ Βονιφάτιος ἔτη τρία τῆς ἐκκλησίας προέστη: ὃν Κελεστῖνος διεδέξατο. Καὶ οὗτος ὁ Κελεστῖνος τὰς ἐν Ῥώμῃ Ναυατιανῶν ἐκκλησίας ἀφείλετο, καὶ τὸν ἐπίσκοπον αὐτῶν Ῥουστικούλαν κατ̓ οἰκίας ἐν παραβύστῳ συνάγειν ἠνάγκασεν. Ἄχρι γὰρ τούτου Ναυατιανοὶ μεγάλως ἐπὶ τῆς Ῥώμης ἤνθησαν, ἐκκλησίας πλείστας ἔχοντες, καὶ λαὸν πολὺν συναθροίζοντες. Ἀλλ̓ ὁ φθόνος καὶ τούτων ἥψατο, τῆς Ῥωμαίων ἐπισκοπῆς ὁμοίως τῇ Ἀλεξανδρέων πέρα τῆς ἱερωσύνης ἐπὶ δυναστείαν ἤδη πάλαι προελθούσης. Καὶ διὰ τοῦτο οὐδὲ τοὺς ὁμοφρονοῦντας οἱ ἐπίσκοποι ἐπ’ ἀδείας συνάγεσθαι συνεχώρησαν: ἀλλὰ πάντα λαβόντες αὐτῶν, μόνον διὰ τὴν ὁμοφροσύνην ἐπαινοῦσιν αὐτούς. Οὐ μὴν οἱ ἐν Κωνσταντινουπόλει τοῦτο πεπόνθασιν: ἀλλὰ μετὰ τοῦ στέργειν αὐτοὺς καὶ ἔνδον πόλεως συνάγειν εἴασαν, ὡς δὴ πρότερον ἤδη ταῦτα ἱκανῶς ἔφην.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
