# Historia Ecclesiastica 7.19

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/7.19

Περὶ Παλλαδίου τοῦ ταχυδρόμου. Τὰ μέντοι γενόμενα ταχέως τῷ βασιλεῖ Θεοδοσίῳ ἐγνωρίζετο: ὅπως δὲ ὁ βασιλεὺς τὰ πόρρω γινόμενα ταχέως ἐμάνθανε διηγήσομαι. Ηὐτύχησεν ἀνδρὸς γενναίου ψυχήν τε καὶ σῶμα: ὄνομα ἦν αὐτῷ Παλλάδιος: οὗτος τοσοῦτον ἱππεύων ἤλαυνεν, ὡς ἐν τρισὶν ἡμέραις καταλαμβάνειν τοὺς τόπους τοὺς ὁρίζοντας τὴν χώραν Ῥωμαίων τε καὶ Περσῶν, καὶ αὖθις ἐν τοσαύταις ἐπὶ τὴν Κωνσταντινούπολιν παραγίνεσθαι. Διέβαινε δὲ οὗτος ὁ ἀνὴρ ταχύτατα καὶ κατὰ πάντα τὰ τῆς οἰκουμένης μέρη, ἔνθα αὐτὸν ὁ αὐτοκράτωρ ἀπέστελλε. Καί ποτε τῶν ἐλλογίμων τις περὶ αὐτοῦ τοιοῦτον λόγον ἐφθέγξατο Οὗτος ὁ ἀνὴρ μεγίστην οὖσαν τὴν Ῥωμαίων ἀρχὴν μικρὰν ἔδειξε τῇ ταχυτῆτι. Κατεπλήττετο δὲ καὶ ὁ Περσῶν βασιλεὺς ταῦτα περὶ τοῦ ἀνδρὸς πυνθανόμενος: ἀλλὰ περὶ μὲν δὴ Παλλαδίου τοσαῦτα εἰρήσθω.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
