# Historia Ecclesiastica 7.2

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/7.2

Περὶ Ἀττικοῦ τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου, ὁποῖος ἦν τὸ ἦθος. Τοῦ τοίνυν βασιλέως ὄγδοον ἔτος ἄγοντος, τρίτον ἔτος εἶχεν Ἀττικὸς τοῦτο ἐν τῇ Κωνσταντινουπόλει διαπρέπων: ἀνὴρ, ὡς φθάσαντες εἴπομεν, μετὰ τοῦ πολὺ πεπαιδεῦσθαι εὐλαβής τε καὶ φρόνιμος: διὸ καὶ τὰς ἐκκλησίας ἐπὶ αὐτοῦ συνέβη εἰς μέγα ἐπιδοῦναι. Οὐ γὰρ μόνον τοὺς οἰκείους τῆς πίστεως συνεκρότει, ἀλλὰ καὶ τοὺς αἱρεσιώτας τῇ φρονήσει κατέπληττε: καὶ σκύλλειν μὲν αὐτοὺς οὐδαμῶς ᾑρεῖτο, φοβεῖν δὲ ἐπιχειρῶν αὖθις αὐτοῖς πρᾷον ἑαυτὸν ἐπεδείκνυεν. Ἀλλὰ μὴν οὔτε λόγων ἠμέλει: ἐπόνει γὰρ περὶ τὰ τῶν παλαιῶν ἀναγνώσματα, διανυκτερεύων ἐν αὐτοῖς: διὸ καὶ οὐκ ἐξενοφωνεῖτο παρὰ τῶν φιλοσόφων ἢ σοφιστῶν. Ἦν δὲ καὶ τοῖς ἐντυγχάνουσι χαρίεις τε καὶ ἐπαγωγὸς, καὶ τοῖς λυπουμένοις μένοις συνεστύγναζε: καὶ ἁπλῶς κατὰ τὸν ἀπόστολον τοῖς πᾶσι τὰ πάντα ἐγίνετο. Καὶ πρότερον μὲν ἡνίκα ἐν τῷ πρεσβυτερίῳ ἐτάττετο, ἐκμαθὼν οὓς καὶ ἐπόνει λόγους ἐπ’ ἐκκλησίας ἐδίδασκε: μετὰ δὲ ταῦτα σὺν τῇ φιλοπονίᾳ καὶ παρρησίαν κτησάμενος, ἐξ αὐτοσχεδίου καὶ πανηγυρικωτέραν τὴν διδασκαλίαν ἐποιεῖτο. Οὐ μὴν τοιοῦτοι ἦσαν οἱ λόγοι ὡς καὶ παρὰ τῶν ἀκροατῶν σπουδάζεσθαι ἢ γραφῇ παραδίδοσθαι. Περὶ μὲν οὖν ἤθους αὐτοῦ καὶ τρόπου καὶ παιδεύσεως ἀποχρώντως εἰρήσθω: ὅσα μέντοι μνήμης ἄξια ἐπὶ τῶν αὐτοῦ χρόνων ἐγένετο, διηγήσομαι.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
