Ancient Greek
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.24
Not analysed yet
Ὡς μετὰ τὴν ἀναίρεσιν τοῦ τυράννου Ἰωάννου, Οὐαλεντινιανὸν τὸν Κωνσταντίου καὶ Πλακιδίας τῆς αὐτοῦ θείας ὁ βασιλεὺς Θεοδόσιος βασιλέα τῆς Ῥώμης ἀνέδειξε. Τοῦ δὲ τυράννου ἀναιρεθέντος, ἔμφροντις ἦν ὁ αὐτοκράτωρ Θεοδόσιος, τίνα τῶν ἑσπερίων μερῶν ἀναδείξειε βασιλέα. Ἦν δὲ ἀνεψιὸς αὐτῷ κομιδῇ νέος, Οὐαλεντινιανὸς ὄνομα, ἐκ Πλακιδίας τῆς αὑτοῦ θείας γενόμενος: ἥτις θυγάτηρ μὲν ἦν Θεοδοσίου τοῦ μεγάλου βασιλέως, Ἀρκαδίου δὲ καὶ Ὁνωρίου τῶν δύο Αὐγούστων ἀδελφή: πατρὸς δὲ ἦν ὁ Οὐαλεντινιανὸς Κωνσταντίου, ὃς ὑπὸ Ὁνωρίου βασιλεὺς ἀναδειχθεὶς, καὶ βραχὺν αὐτῷ χρόνον συμβασιλεύσας, εὐθὺς ἐτελεύτησε. Τοῦτον τὸν ἀνεψιὸν Καίσαρα καταστήσας, ἐπὶ τὰ ἐσπέρια μέρη ἀνέπεμψε, τῇ μητρὶ αὐτοῦ Πλακιδίᾳ τὴν φροντίδα τῶν πραγμάτων ἐπιτρέψας. Σπεύδων δὲ καὶ αὐτὸς καταλαβεῖν τὴν Ἰταλίαν, ὥστε τὸν μὲν ἀνεψιὸν ἀναγορεῦσαι βασιλέα, παρὼν δὲ τῇ αὐτοῦ φρονήσει παιδεῦσαι τοὺς ἐκεῖ μὴ ὑπονεύειν τοῖς τυράννοις ῥᾳδίως, ἄχρι τῆς Θεσσαλονίκης γενόμενος, ὑπ’ ἀρρωστίας διεκωλύθη. Πέμψας οὖν τὸν βασιλικὸν στέφανον τῷ ἀνεψιῷ διὰ τοῦ πατρικίου Ἡλίωνος, αὐτὸς ἐπὶ τὴν Κωνσταντινούπολιν ἐξυπέστρεψεν. Ἀλλὰ περὶ μὲν τούτων ἐξαρκεῖν ἡγοῦμαι τὴν διήγησιν.