# Historia Ecclesiastica 7.3

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/7.3

Περὶ Θεοδοσίου καὶ Ἀγαπητοῦ τῶν ἐν Συνάδοις ἐπισκοπησάντων. Ἐν Συνάδῳ πόλει τῆς Πακατιανῆς Φρυγίας, Θεοδόσιός τις ἐπίσκοπος ἦν, ὃς τοὺς ἐν αὐτῇ αἱρετικοὺς,—πολλοὶ δὲ ἐν αὐτῇ ὄντες ἐτύγχανον τῆς Μακεδονιανῶν θρησκείας,—συντόνως ἐδίωκεν: ἐξελαύνων αὐτοὺς οὐ μόνον τῆς πόλεως, ἀλλὰ δὴ καὶ τῶν ἀγρῶν. Καὶ τοῦτο ἐποίει, οὐκ εἰωθὸς διώκειν τῇ ὀρθοδόξῳ ἐκκλησίᾳ, οὔτε μὴν ζήλῳ τῆς ὀρθῆς πίστεως, ἀλλὰ φιλαργυρίας πάθει δουλεύων ἐκ τῶν αἱρετικῶν χρήματα συλλέγειν ἐσπούδαζεν. Διὸ πάντα ἐκίνει κατὰ τῶν τὰ Μακεδονίου φρονούντων, τὰς χεῖρας ἐξοπλίζων τῶν ὑφ̓ αὑτῷ κληρικῶν: καὶ μυρίαις κατ̓ αὐτῶν χρώμενος μηχαναῖς: οὐδὲ τοῦ δικαστηρίοις αὐτοὺς προσδεσμεῖν ἀπήλλακτο: μάλιστα δὲ τὸν ἐπίσκοπον αὐτῶν, ᾧ ὄνομα ἦν Ἀγαπητὸς, διαφόρως ἐτάραττεν. Ἐπειδὴ δὲ οἱ τῆς ἐπαρχίας ἄρχοντες οὐδαμῶς ἐξαρκεῖν αὐτῷ πρὸς τιμωρίαν ἐδόκουν, ἀναδραμὼν ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπαρχικῶν προσταγμάτων ἐδέετο. Ἐν ὅσῳ οὖν ὁ Θεοδόσιος ἐν τῇ Κωνσταντινουπόλει διὰ ταῦτα παρεῖλκεν, ὁ Ἀγαπητὸς, ὃν προεστάναι τῆς Μακεδονίου θρησκείας ἔφην, ἐπὶ ἀγαθὴν ἦλθεν ἀπόνοιαν. Βουλευσάμενος γὰρ ἅμα τῷ αὐτοῦ κλήρῳ παντὶ, καὶ προσκαλεσάμενος τὸν ὑφ̓ αὑτῷ λαὸν, πείθει τὴν τοῦ ὁμοουσίου πίστιν προσδέξασθαι. Καὶ τοῦτο καταστήσας, εὐθὺς ὡς εἶχε σὺν πλήθει πολλῷ, μᾶλλον δὲ σὺν παντὶ τῷ λαῷ, ἐπὶ τὴν ἐκκλησίαν ὥρμησεν: εὐχήν τε ἐπιτελέσας, καταλαμβάνει τὸν θρόνον ἐν ᾧ εἰώθει ὁ Θεοδόσιος προκαθέζεσθαι. Ἑνώσας δὲ τὸν λαὸν καὶ τοῦ λοιποῦ τὴν τοῦ ὁμοουσίου πίστιν διδάσκων, τῶν ὑπὸ Σύναδα ἐκκλησιῶν ἐγκρατὴς ἐγένετο. Τούτων οὕτω γενομένων, ἐφίσταται μετ̓ οὐ πολὺ Θεοδόσιος, τὴν ἐπαρχικὴν βοήθειαν ἐπαγόμενος: οὐδέν τε τῶν γενομένων εἰδὼς, ὡς εἶχεν ἐπὶ τὴν ἐκκλησίαν ἐχώρει: ἐξελαθεὶς δὲ ἐξ αὐτῆς παρὰ πάντων ὁμοῦ, αὖθις ἐπὶ τὴν Κωνσταντινούπολιν πάλιν ἐπορεύετο. Γενόμενός τε ἐν αὐτῇ ἐπὶ τοῦ ἐπισκόπου Ἀττικοῦ τὰ καθ̓ ἑαυτὸν ἀπωδύρετο, ὡς παραλόγως εἴη τῆς ἐπισκοπῆς ἐκβληθείς. Ἀττικὸς δὲ γνοὺς πρᾶγμα λυσιτελῶς ἀποβὰν τῇ ἐκκλησίᾳ, τὸν μὲν Θεοδόσιον λόγῳ παρεμυθήσατο, πείσας ἀνεξικάκως τὸν ἡσύχιον βίον ἀσπάζεσθαι, προκρίνειν τε τὰ κοινὰ τῶν ἰδίων διδάξας. Γράφει τε τῷ Ἀγαπητῷ, ἔχεσθαι τῆς ἐπισκοπῆς μηδὲν ἐκ τῆς Θεοδοσίου λύπης ἀνιαρὸν ὑφορώμενον.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
