# Historia Ecclesiastica 7.31

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/7.31

Οἷα πεπόνθασιν ὑπὸ Νεστορίου Μακεδονιανοί. Νεστόριος μέντοι παρὰ τὸ εἰωθὸς τῇ ἐκκλησίᾳ πράττων καὶ ἄλλως ἐν τοῖς τοιούτοις ἑαυτὸν μισεῖσθαι ἐποίει, ὡς τὰ ὑπ’ αὐτοῦ γενόμενα δείκνυσιν. Ἐν Γέρμῃ γὰρ πόλει τοῦ Ἑλλησπόντου Ἀντώνιος ἐπίσκοπος ὢν, καὶ πειθόμενος τῇ Νεστορίου περὶ τοὺς αἱρετικοὺς ὁρμῇ, Μακεδονιανοὺς ἐλαύνειν ἐσπούδαζε, πρόσχημα ἀπολογίας τὴν τοῦ πατριάρχου πρόσταξιν λαμβάνων. Οἱ οὖν Μακεδονιανοὶ μέχρι μέν τινος τὸν σκυλμὸν ὑπέμενον: ἐπεὶ δὲ αὐτοὺς ὁ Ἀντώνιος σφοδρότερον ἔσκυλλε, μηκέτι φέροντες τὸ ἄχθος εἰς χαλεπὴν ἀπόνοιαν τρέπονται: ὑποπέμψαντές τε ἄνδρας ἐν δευτέρῳ τὸ ἀγαθὸν τοῦ ἡδέος τιθεμένους ἀναιροῦσιν αὐτόν. Τοῦτο τὸ μῦσος τῶν Μακεδονιανῶν ἐργασαμένων, ὁ Νεστόριος ὑπόθεσιν τῆς ἰδίας ὁρμῆς ἔλαβε τὰ γενόμενα: πείθει τε τοὺς κρατοῦντας τὰς ἐκκλησίας αὐτῶν ἀφελέσθαι. Ἀφῃρέθησαν οὖν ἥ τε ἐν Κωνσταντινουπόλει πρὸ τοῦ παλαιοῦ τείχους τῆς πόλεως, καὶ ἡ ἐν Κυζίκῳ, καὶ ἄλλαι πολλαὶ ὧν ἔσχον ἐν τοῖς ἐν Ἑλλησπόντῳ ἀγροῖς: τινὲς δὲ αὐτῶν προσεχώρησαν τῇ ἐκκλησίᾳ, τοῦ ὁμοουσίου τῇ πίστει συνθέμενοι. Ἀλλὰ φιλοίνοις, ὡς φησὶν ἡ παροιμία, οἶνος οὐ λείπει, οὐδὲ φιλονείκῳ μάχη: καὶ Νεστορίῳ τοίνυν φιλονεικοῦντι ἐξελαύνειν ἄλλους, αὐτὸν ἐξελαθῆναι τῆς ἐκκλησίας συνέπεσεν ἐξ αἰτίας τοιαύτης.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
