Ancient Greek · ~15 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.32.1
Not analysed yet
Περὶ Ἀναστασίου πρεσβυτέρου, δἰ οὗ καὶ Νεστόριος εἰς τὸ δυσσεβεῖν κατηνέχθη. Συνῆν αὐτῷ Ἀναστάσιος πρεσβύτερος, ἅμα αὐτῷ ἐκ τῆς Ἀντιοχείας σταλείς: τοῦτον διὰ τιμῆς εἶχε πολλῆς, καὶ ἐν τοῖς πράγμασι συμβούλῳ ἐχρῆτο. Καί ποτε ἐπ’ ἐκκλησίας ὁ Ἀναστάσιος διδάσκων ἔφη, Θεοτόκον τὴν Μαρίαν καλείτω μηδείς: Μαρία γὰρ ἄνθρωπος ἦν: ὑπὸ ἀνθρώπου δὲ Θεὸν τεχθῆναι ἀδύνατον. Τοῦτο ἀκουσθὲν πολλοὺς κληρικούς τε καὶ λαϊκοὺς ἐν ταὐτῷ πάντας ἐτάραξεν: ἦσαν γὰρ πάλαι διδαχθέντες θεολογεῖν τὸν Χριστὸν, καὶ μηδαμῶς αὐτὸν τῆς οἰκονομίας, ὡς ἄνθρωπον, χωρίζειν ἐκ τῆς θεότητος, πειθόμενοι τῇ τοῦ ἀποστόλου φωνῇ λεγούσῃ, Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν: καὶ, Διὸ ἀφέντες τὸν περὶ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα. Ταραχῆς οὖν, ὡς ἔφην, ἐν τῇ ἐκκλησίᾳ γενομένης, ὁ Νεστόριος τὸν τοῦ Ἀναστασίου λόγον κυρώσασθαι σπεύδων,—οὐ γὰρ ἐξελέγχεσθαι ὡς βλάσφημον τὸν παῤ αὐτοῦ τιμώμενον ἤθελε, —συνεχῶς περὶ τούτου ἐπὶ τῆς ἐκκλησίας ἐδίδασκε, φιλονεικότερόν τε περὶ αὐτοῦ τὰς ζητήσεις ποιούμενος, καὶ πανταχοῦ τὴν λέξιν τοῦ Θεοτόκος ἐκβάλλων. Διὸ τῆς περὶ τούτου ζητήσεως παῤ ἄλλοις ἄλλως ἐκδεχθείσης, διαίρεσις ἐν τῇ ἐκκλησίᾳ ἐγένετο: καὶ ὥσπερ ἐν νυκτομαχίᾳ καθεστῶτες νῦν μὲν ταῦτα ἔλεγον, νῦν δὲ τὰ ἕτερα: συγκατετίθεντό τε ἐν ταὐτῷ καὶ ἠρνοῦντο. Νεστόριος δὲ δόξαν παρὰ τοῖς πολλοῖς εἶχεν, ὡς ψιλὸν ἄνθρωπον λέγων τὸν Κύριον, καὶ ὡς Παύλου τοῦ Σαμοσατέως καὶ Φωτεινοῦ τὸ δόγμα εἰς τὴν ἐκκλησίαν ἄγων. Ἀλλὰ περὶ μὲν τούτου τοσαύτη ἐκινήθη ζήτησις καὶ ταραχὴ, ὡς καὶ συνόδου οἰκουμενικῆς δεηθῆναι. Ἐγὼ δὲ ἐντυχὼν τοῖς παρὰ Νεστορίαυ λόγοις ἐκδοθεῖσιν ἀγνοοῦντα ἐφευρίσκω τὸν ἄνδρα: καὶ μετ̓ ἀληθείας ἐρῶ: οὐδὲ γὰρ οὔτε ἀπεχθανόμενος πρὸς αὐτὸν ὧν εἶχεν ἐλαττωμάτων ἐμνήσθην, οὔτε χαριζόμενός τισιν ἐλαττονοῦντα ὧν ἐφεῦρον ἐκθήσομαι. Οὔ μοι δοκεῖ ὁ Νεστόριος οὔτε τὸν Σαμοσατέα Παῦλον ζηλῶν οὔτε μὴν Φωτεινὸν, μηδ̓ ὅλως ψιλὸν ἄνθρωπον λέγειν τὸν Κύριον: ἀλλὰ τὴν λέξιν μόνην ὡς τὰ μορμολύκια πεφόβηται. Καὶ τοῦτο πέπονθεν ὑπὸ ἀμαθίας πολλῆς: φυσικῶς γὰρ εὔλαλος ὢν, πεπαιδεῦσθαι μὲν ἐνομίζετο, τῇ δὲ ἀληθείᾳ ἀνάγωγος ἦν: καὶ τὰς τῶν παλαιῶν ἑρμηνέων βίβλους ἀπηξίου μανθάνειν: τυφούμενος γὰρ ὑπὸ τῆς εὐγλωττίας οὐκ ἀκριβῶς προσεῖχε τοῖς παλαιοῖς, ἀλλὰ πάντων κρείττονα ἐνόμιζεν ἑαυτόν. Αὐτίκα γοῦν ἠγνόησεν, ὅτι ἐν τῇ καθολικῇ Ἰωάννου γέγραπτο ἐν τοῖς παλαιοῖς ἀντιγράφοις, ὅτι πᾶν πνεῦμα ὃ λύει τὸν Ἰησοῦν ἀπὸ τοῦ Θεοῦ οὐκ ἔστι. Ταύτην γὰρ τὴν διάνοιαν ἐκ τῶν παλαιῶν ἀντιγράφων περιεῖλον οἱ χωρίζειν ἀπὸ τοῦ τῆς οἰκονομίας ἀνθρώπου βουλόμενοι τὴν θεότητα. Διὸ καὶ οἱ παλαιοὶ ἑρμηνεῖς αὐτὸ τοῦτο ἐπεσημῄναντο, ὥς τινες εἶεν ῥᾳδιουργήσαντες τὴν ἐπιστολὴν, λύειν ἀπὸ τοῦ Θεοῦ τὸν ἄνθρωπον θέλοντες: συνανείληπται δὲ ἡ ἀνθρωπότης τῇ θεότητι: καὶ οὐκέτι εἰσὶ δύο, ἀλλὰ ἕν. Τοῦτο θαρροῦντες οἱ παλαιοὶ Θεοτόκον τὴν Μαρίαν λέγειν οὐκ ὤκνησαν: οὕτω γὰρ καὶ ὁ Παμφίλου Εὐσέβιος ἐν τῷ τρίτῳ λόγῳ τῷ εἰς τὸν βίον Κωνσταντίνου κατὰ λέξιν ταῦτα φησί: Καὶ γὰρ καὶ γέννησιν ὑπομένειν ὁ μεθ̓ ἡμῶν Θεὸς δἰ ἡμᾶς ἠνέσχετο: καὶ τόπος αὐτοῦ τῆς ἐνσάρκου γεννήσεως ὀνομαστὶ παῤ Ἑβραίοις ἡ Βηθλεὲμ ἐκηρύττετο. Διὸ δὴ καὶ ἡ βασίλισσα Ἑλένη ἡ θεοφιλεστάτη τῆς Θεοτόκου τὴν κύησιν μνήμασι θαυμασίοις κατεκόσμει, παντοίως τὸ τῇδε ἱερὸν ἄντρον φαιδρύνουσα. Καὶ Ὠριγένης δὲ ἐν τῷ πρώτῳ τόμῳ τῶν εἰς τὴν πρὸς Ῥωμαίους τοῦ ἀποστόλου ἐπιστολὴν ἑρμηνεύων πῶς Θεοτόκος λέγεται πλατέως ἐξήτασε. Φαίνεται τοίνυν ὁ Νεστόριος ἀγνοήσας τὰς πραγματείας τῶν παλαιῶν: διὸ καθὼς ἔφην, τὴν λέξιν μόνην περιΐσταται. Ἐπεὶ ὅτι ψιλὸν οὐ λέγει ἄνθρωπον τὸν Χριστὸν, ὡς Φωτεινὸς ἢ Παῦλος ὁ Σαμοσατεὺς, καὶ αἱ ἐκδοθεῖσαι αὐτοῦ προσομιλίαι διδάσκουσιν: ὡς οὐδαμοῦ τὴν τοῦ Θεοῦ Λόγου ὑπόστασιν ἀναιρεῖ, ἀλλὰ πανταχοῦ ἐνυπόστατον αὐτὸν ὁμολογεῖ καὶ ἐνούσιον. Οὐ μὴν ὡς Φωτεινὸς καὶ ὁ Σαμοσατεὺς ἀναιρεῖ αὐτοῦ τὴν ὕπαρξιν: τοῦτο γὰρ καὶ Μανιχαῖοι καὶ οἱ ἀπὸ Μοντανοῦ δογματίζειν ἐτόλμησαν. Οὕτω μὲν οὖν τὸν Νεστόριον φρονοῦντα εὑρίσκω ἐγὼ, ἔκ τε ὧν ἀνέγνων αὐτοῦ λόγων, καὶ ἀφ̓ οὗ οἱ ἐρασταὶ αὐτοῦ λέγουσιν. Οὐ μικρὰν μέντοι ταραχὴν τῇ οἰκουμένῃ ἡ ψυχρολογία Νεστορίου ἐκίνησεν.