# Historia Ecclesiastica 7.4

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/7.4

Περὶ τοῦ ἰαθέντος ἐν τῷ θείῳ βαπτίσματι Ἰουδαίου παραλυτικοῦ ὑπὸ Ἀττικοῦ τοῦ ἐπισκόπου. Ἓν μὲν οὖν τοῦτο χρηστὸν ἐπὶ τῶν Ἀττικοῦ χρόνων τῇ ἐκκλησίᾳ ὑπῆρξεν: οὔτε δὲ θαυμάτων ἢ ἰαμάτων ἡ τῶν χρόνων τούτων κατάστασις ἄμοιρος ἦν. Ἰουδαῖος γάρ τις παραλυτικὸς ὢν ἐκ πολλῶν ἐτῶν ἐπὶ κλίνης κατέκειτο, καὶ πάσης ἰατρικῆς εἰς αὐτὸν γυμνασθείσης, καὶ πάσης Ἰουδαϊκῆς εὐχῆς οὐδὲν ἐπ’ αὐτῷ δυνηθείσης, τέλος προστρέχει τῷ Χριστιανικῷ βαπτίσματι, τούτῳ μόνῳ ἀληθινῷ ἰατρῷ χρήσασθαι πιστεύσας. Τοῦτο καταφανὲς τῷ ἐπισκόπῳ Ἀττικῷ ταχέως ἐγίνετο: κατηχήσας οὖν αὐτὸν, καὶ τὴν εἰς Χριστὸν ἐλπίδα εὐαγγελισάμενος, κομισθῆναι σὺν τῇ κλίνῃ κελεύει ἐπὶ τὸ φωτιστήριον. Ὁ δὲ παραλυτικὸς Ἰουδαῖος εἰλικρινεῖ πίστει τὸ βάπτισμα δεξάμενος, ἀπὸ τῆς κολυμβήθρας τοῦ βαπτιστηρίου ἀναληφθεὶς, εὐθὺς ἀπήλλακτο τοῦ νοσήματος, καὶ τοῦ λοιποῦ ἐν τοῖς ὑγιαίνουσιν ἦν. Ταύτην τὴν θεραπείαν ἡ τοῦ Χριστοῦ δύναμις καὶ ἐπὶ τοῖς ἡμετέροις καιροῖς δεῖξαι τοῖς ἀνθρώποις ἠθέλησε: δἰ ἣν Ἕλληνες μὲν πολλοὶ πιστεύσαντες ἐβαπτίσθησαν: Ἰουδαίους δὲ, καίπερ σημεῖα ζητοῦντας, οὐδὲ τὰ γινόμενα σημεῖα προσηγάγετο. Τοιαῦτα μὲν οὖν παρὰ τοῦ Χριστοῦ τοῖς ἀνθρώποις ὑπῆρχε χρηστά.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
