# Historia Ecclesiastica 7.40

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/7.40

Ὡς Μαξιμιανὸν ἐπίσκοπον διαδέχεται Πρόκλος. Μαξιμιανὸς δὲ δύο ἐνιαυτοὺς πρὸς τοῖς πέντε μησὶν ἡσύχως τῆς ἐκκλησίας προστὰς ἐτελεύτησεν ἐν ὑπατείᾳ Ἀρεοβίνδου καὶ Ἄσπαρος, τῇ δωδεκάτῃ τοῦ Ἀπριλλίου μηνός. Συνέβη δὲ ἐν αὐτῇ τὴν ἑβδομάδα εἶναι τῶν νηστειῶν, τὴν γειτνιάζουσαν τῇ τοῦ Πάσχα ἑορτῇ: ἡμέρα δὲ ἦν καλουμένη πέμπτη. Τότε δὴ καὶ ὁ βασιλεὺς Θεοδόσιος σοφῶς τοῦ πράγματος προενόησεν. Ἵνα γὰρ μὴ πάλιν περὶ ἐπιλογῆς ἐπισκόπου ζήτησις ᾖ, καὶ ταραχὴν τῇ ἐκκλησίᾳ κινήσῃ, μὴ μελλήσας, ἀλλ̓ ἔτι κειμένου τοῦ σώματος Μαξιμιανοῦ, τοῖς παροῦσιν ἐπισκόποις ἐνθρονίσαι τὸν Πρόκλον ἐπέτρεψεν. Τούτῳ γὰρ καὶ τοῦ ἐπισκόπου τῆς Ῥωμαίων Κελεστίνου ἐπιστολαὶ παροῦσαι ἐγίνοντο σύμψηφοι, ἃς ἐκεῖνος ἀπεστάλκει Κυρίλλῳ τε τῷ Ἀλεξανδρείας καὶ Ἰωάννῃ τῷ Ἀντιοχείας καὶ Ῥούφῳ τῷ Θεσσαλονίκης, διδάσκων ὡς οὐδὲν κωλύει τόν τε ἑτέρας πόλεως ὀνομασθέντα ἢ καὶ ὄντα ἐπίσκοπον εἰς ἄλλην μετατίθεσθαι. Ἐνθρονισθεὶς οὖν ὁ Πρόκλος τὴν ἐκκομιδὴν τοῦ Μαξιμιανοῦ σώματος ἐποιήσατο: καιρὸς δὲ ἤδη καὶ περὶ αὐτοῦ βραχέα διεξελθεῖν.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
