Ancient Greek · ~4 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.41
Not analysed yet
Περὶ Πρόκλου ἐπισκόπου, ὁποῖος τις ἦν. Πρόκλος ἐκ πρώτης ἡλικίας ἀναγνώστης ἐτύγχανεν ὢν, ἐφοίτα τε εἰς διδασκάλους, καὶ ῥητορικῆς ἐγίνετο ζηλωτής: τελέσας δὲ εἰς ἄνδρα τὰ πολλὰ παρῆν τῷ ἐπισκόπῳ Ἀττικῷ, ὑπογραφεὺς αὐτοῦ τῶν λόγων γενόμενος. Προκόψαντα δὲ αὐτὸν καὶ ἐν τῇ τάξει τῆς διακονίας Ἀττικὸς προηγάγετο: ἀξιωθεὶς δὲ καὶ πρεσβυτερίου, ὡς προεῖπον, ὑπὸ Σισιννίου πρὸς τὴν Κυζίκου ἐπισκοπὴν προεβλήθη. Ταῦτα μὲν ἤδη πρότερον ἐγένετο: τότε δὴ τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας τὸν θρόνον ἐκληρώθη. Ἦν δὲ ἀνὴρ ἀγαθὸς τὸ ἦθος, εἰ καί τις ἄλλος: ὑπὸ γὰρ τῷ Ἀττικῷ παιδευθεὶς πάντα αὐτοῦ τὰ χρηστὰ ἐμιμήσατο: τὴν δὲ ἀνεξικακίαν πλέον ἢ ἐκεῖνος ἐξήσκησεν. Ὁ μὲν γὰρ τοῖς αἱρεσιώταις φοβερὸν ἐν καιρῷ ἑαυτὸν ἐπεδείκνυεν, οὗτος δὲ προσηνὴς τοῖς πᾶσιν ἐγίνετο: τούτῳ δὲ μᾶλλον αὐτοὺς ἢ βίᾳ προσάγεσθαι προνοῶν. Αἵρεσιν γὰρ οὐδεμίαν σκύλλειν αἱρούμενος, τὸ ἀξίωμα τῆς πρᾳότητος τῇ ἐκκλησίᾳ φυλάξας ἀπέδωκε, κατὰ τοῦτο τὸ μέρος τὸν βασιλέα μιμούμενος Θεοδόσιον. Ἐκείνῳ μὲν γὰρ ἐκέκριτο κατὰ τῶν ὑπαιτίων μὴ χρήσασθαι τῇ βασιλικῇ ἐξουσίᾳ: τούτῳ δὲ, μικρὰ φροντίσαι τῶν μὴ φρονούντων περὶ Θεοῦ, ᾗ ἐφρόνει αὐτός.