# Historia Ecclesiastica 7.42

Socrates, Scholasticus, Historia Ecclesiastica, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socrates-scholasticus/historia-ecclesiastica/7.42

Ὅτι πολὺν καταβάλλεται λόγον ὁ συγγραφεὺς περὶ τῆς καλοκαγαθίας τοῦ βασιλέως Θεοδοσίου τοῦ νέου. Ἐπὶ τούτοις μὲν οὖν καὶ ὁ βασιλεὺς αὐτὸν ἀπεδέχετο: καὶ γὰρ αὐτὸς τοῖς ἀληθῶς ἱερωμένοις ἐφάμιλλος ἦν, καὶ οὐδαμοῦ τοὺς διώκειν ἐθέλοντας ἀπεδέχετο. Τολμήσας δ̓ ἂν εἴποιμι, ὅτι τῇ πρᾳότητι καὶ πάντας τοὺς ἀληθῶς ἱερωμένους ἐνίκα: καθάπερ ἡ βίβλος τῶν Ἀριθμῶν ἐπὶ Μωϋσέως φησὶ, Καὶ ὁ ἄνθρωπος Μωϋσῆς πρᾷος σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς, τουτέστι καὶ νῦν εἰπεῖν, ὅτι ὁ βασιλεὺς Θεοδόσιος πρᾳῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. Διὰ ταύτην γὰρ αὐτοῦ τὴν πρᾳότητα καὶ ὁ Θεὸς τοὺς πολεμίους αὐτῷ δίχα πολεμικῶν ἀγώνων ὑπέταττεν: ὡς ἔδειξεν τά τε κατὰ τοῦ τυράννου Ἰωάννου τρόπαια, καὶ ἡ ἐπιγενομένη μετὰ ταῦτα τῶν βαρβάρων ἀπώλεια. Οἶα γὰρ τοῖς πάλαι δικαίοις ὑπῆρχε παρὰ Θεοῦ, τοιαῦτα καὶ ἐπὶ τῶνδε τῶν χρόνων τῷ θεοφιλεστάτῳ βασιλεῖ παρεῖχεν ὁ τῶν ὅλων Θεός. Καὶ οὐ κολακείᾳ ταῦτα γράφω, ἀλλὰ μετὰ τῆς ἀληθείας τὰ πᾶσι γενόμενα γνώριμα παραθήσομαι.

---

Socrates, Scholasticus, Historia Ecclesiastica, ed. Robert Hussey, William Bright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2057.tlg002.local001/.
