# Epistulae 3-8

Socraticorum Epistulae, Epistulae, κθ′. Ἀρίστιππος τῇ * *.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socraticorum-epistulae/epistulae/3-8

(3) τῶν μικρῶν ὑμᾶς οὐ παρακελεύομαι καταφρονεῖν, ἀλλὰ μὴ ἐπὶ μικροῖς ταράττεσθαι ἔνθα οὐδὲ ἐπὶ μεγάλοις καλὸν ἡ ὀργή. εἰ δέ μου διαλυθέντος ὑπὸ τῆς φύσεως ποιῆσαι ἐμὸν βούλημα ζητεῖς, ὡς ὅτι κράτιστα παιδεύσασα τὸν Ἀρίστιππον Ἀθήναζε χώρει, Ξανθίππην τε καὶ Μυρτὼ πρὸ παντὸς ποιουμένη, αἵ με πολλάκις ἐλιπάρουν ἐπὶ μυστήριά σε ἄγειν. τὸ οὖν ἡδὺ βιότευμα μετὰ τούτων ἔχουσα κατάλιπε τοῖς ἐν Κυρήνῃ ἐπισκόποις ὅ τι ποτ’ ἂν ἐθέλωσιν ἀδικεῖν (σὲ γὰρ οὐκ εἰς τὸ φυσικὸν τέλος ἀδικήσουσι), πειρῶ δὲ μετὰ Ξανθίππης καὶ Μυρτοῦς ζῆν, ὡς ἐμοὶ φίλον μετὰ Σωκράτους, πλέον διὰ τὴν ἐκείνων φιλίαν σεαυτὴν στέλλουσα· κεῖθι γὰρ τὸ σοβαρὸν οὐκ ἐπιχώριον.

---

Socraticorum Epistulae, Epistulae, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0637.tlg001.local001/.
