# Epistulae 8

Socraticorum Epistulae, Epistulae, ιδ′. Αἰσχίνης Ξενοφῶντι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/socraticorum-epistulae/epistulae/8

(8) τὸν γὰρ φιλόσοφον μηδὲν ἄλλο ποιεῖν ἢ θανατᾶν, ἐπειδὴ τῶν τοῦ σώματος αἰτημάτων καταφρονεῖ, μὴ δουλούμενος ταῖς τοῦ σώματος ἡδοναῖς, τοῦτο δὲ μηδὲν ἕτερον εἶναι ἢ ψυχῆς ἀπόστασιν ἀπὸ σώματος, τὸν δὲ θάνατον μηδὲν ἕτερον εἶναι ἢ ψυχῆς αὖ πάλιν ἀπὸ σώματος ἀπόστασιν. τούτῳ γὰρ δὴ καὶ μάλα τις πειθήνιος ἐγίνετο· ἐξηπάτα γὰρ ἡμᾶς τούτοις τοῖς λόγοις, οἶμαι, ἵνα μὴ κλαίωμεν ὡς ἐν κακῷ ἐσομένου αὐτοῦ, σχεδὸν δέ τι καὶ ἀληθεῖς ἦσαν οἱ λόγοι. εἶτα δὴ ἐτελεύτα ποιήσας ἡμέρας τριάκοντα διὰ τὸ πλοῖον τὸ εἰς Δῆλον πεμπόμενον κατ’ ἔτος· οὐ γὰρ ἀφῖκτο ἐπὶ πολλὰς ἡμέρας καὶ οὐκ ἦν τινὰ τελευτᾶν δημοσίᾳ, ὥσπερ οἶσθα· ἱεραὶ γὰρ ἦσαν.

---

Socraticorum Epistulae, Epistulae, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0637.tlg001.local001/.
