# Fragmenta 11

Solon, Fragmenta, 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/solon/fragmenta/11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/solon/fragmenta/11

Εἰ δὲ πεπόνθατε λυγῶ δι’ ὑμετέραν κακότητα, μὴ τι θεοῖς τούτων μοῖραν ἐπαμφέρετε· αὐτοὶ γὰρ τούτους ἠξήσατε φύματα δόντες, καὶ διὰ ταῦτα κακὴν ἔχετε δουλοσύνην· ὑμῶν δ’ εἰς μὲν ἕκαστος ἀλώπεκος ἔχει βραίνει, σύμπασιν δ’ ὑμῖν χαῦνος ἔνεστι νόος· εἰς γὰρ γλώσσαν ὁρᾶτε καὶ εἰς ἔπος αἰόλον ἄνθρωπος, εἰς ἔργον δ’ οὐδὲν γιγνόμενον βλέπετε. καὶ οὐ μόνον, ἀλλὰ καὶ βοηθεῖν ἕτοιμος εἶναι, λέγων ταῦτα· Ἄνδρες Ἀθηναῖοι, τῶν μὲν σωφρότερος, τῶν δὲ ἀνδρειότερός εἰμι· σωφρότερος μὲν τῶν τὴν ἀπάτην Πεισιστράτου μὴ συνιόντων· ἀνδρειότερος δὲ τῶν ἐπισταμένων μὲν, διὰ δέος δὲ σιωπῶντων. Καὶ ἡ βουλὴ Πεισιστρατίδαι ὄντες, μαίνεσθαι ἕλεγον αὐτόν· ὧθεν εἶπε ταυτί· Δεῖξει κτλ. τὰ δὲ περὶ τῆς τοῦ Πεισιστράτου τυραννίδος ἐλεγεία προλέγοντος αὐτοῦ ταῦτα ἦν· Ἐν νεφέλης κτλ. Carmen, unde hoc disti- chon petitum, scriptum eodem fere tempore, quo fr. 9, neque tamen utrumque fragm. eiusdem elegiae est. — V. 1. δὴ μανίην, C σημανίην. — V. 2. ἕς, M εἰς.

---

Solon, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003331.
