# Fragmenta 44-75

Solon, Fragmenta, 44 to 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/solon/fragmenta/44
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/solon/fragmenta/44

Galen. Protrept. c. 8: Ἄμεινον οὖν ἐστὶν ἐγνωκότας τὴν μὲν τῶν μειρακίων ὥραν τοῖς ἡρινοῖς ἀνθεσιν ἐοικίαν, ὀλιγοχρόνιον τε τὴν τέρμιν ἔχουσαν, ἐπαινεῖν τε τὴν Λεσβίαν λέγουσαν, Ὁ μὲν γὰρ καλός, ὅσον ἰδεῖν πέλεται· ὁ δὲ κάγαθὸς αὐτίκα καὶ καλὸς ἔσται. Παύροις ἀνθρώπων ἀρετὴ καὶ κάλλος ὤπηδεῖ· ὀλβιος, ὃς τούτων ἀμφοτέρων ἔλαχεν. ἄτη δ’ ἐξ αὐτῶν ἀναφαίνεται, ἣν ὁπόταν Ζεὺς πέμψῃ τισομένην, ἄλλοτε ἄλλος ἔχει. δεσμοὺς δ’ ὁμοίους τῷ κακῷ τε κάγαθῷ εὐθείαν εἰς ἕκαστον ἀρμόσας δίχην ἔγραψα. κέντρον δ’ ἄλλος ὡς ἐγὼ λαβὼν κακοφραδὴς τε καὶ φιλοκτήμων ἀνὴρ οὔτ’ ἂν κατέσχε δῆμον, οὔτ’ ἐπαύσατο, πρὶν ἂν ταράξας πίαρ ἐξέλη γάλα.

---

Solon, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003331.
