# Hypomnema Eis Ten Hermogenous Technen 167.1

Sopater Rhetor, Hypomnema Eis Ten Hermogenous Technen, 167.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sopater-rhetor/hypomnema-eis-ten-hermogenous-technen/167.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sopater-rhetor/hypomnema-eis-ten-hermogenous-technen/167.1

ΕΡΜΟΓΕΝΟΥΣ ΤΕΧΝΗΝ κεφαλαιον εἰς δύο, τὸ μὲν πρῶτον ἐν παραγραφῇ, τὸ δὲ δεύτερον ἐν ἀποδείξει· τὸ πρῶτον οὖν ἐστι τὰ μόρια τοῦ δικαίου παραγραφῆς ἔχοντα τάξιν, εἰ μὴ δεῖ ἐπὶ τούτοις κριθῆναι, οὐδεὶς γὰρ ἀπολογίαν προτείνων ἀμφίβολον αὐτὴν προβάλλεται, ἀλλὰ καθολικὴν ἀπόφασιν· τοῦτο γὰρ ἐστὶν ἢ τὸ ἀρνεῖσθαι τὸ μὴ εἶναι ὑπεύθυνον, ἢ λέγειν μὴ ἐγκαλεῖσθαι τὸ πρᾶγμα· τὸ δὲ „οὐ δεῖ ἐπὶ τούτοις κριθῆναι“ ἀμφιβολίας ἔχον ἐστιν, οὐδεὶς δὲ ἀπολογοῦμενος ἀμφίβολόν τι κατασκευάζει τυγχάνειν· τί οὖν ἐροῦμεν; ὅτι ἐνταῦθα οὐχ ὡς ἀπολογοῦμενος αὐτὸ λέγει, ἀλλ’ ὡς κοινὴν ζήτησιν τῶν δικαστῶν, εἰ δεῖ αὐτοὺς ἐπὶ τούτοις κριθῆναι, ἵνα ἢ ἡ μὲν πρότασις φεύγοντος, „οὐ δεῖ με ἐπὶ τούτοις κριθῆναι,“ ἐπαγωγὴ δὲ τοῦ διώκοντος, „ἀλλὰ δεῖ,“ ζήτησις δὲ τῶν δικαστῶν, εἰ μὴ δεῖ ἐπὶ τούτοις κριθῆναι, ἂ μηδεὶς κεκώλυκε νόμος. ἐνταῦθα ὡς παραδείγματα λέγων ἀκριβείας οὐχ ἔχει, οὐ γὰρ ἀπὸ νόμου μόνον γίνεται ἡ ἀντίληψις, ἀλλὰ καὶ ἀπὸ φύσεως καὶ τέχνης· τὸ δ’ εἰπεῖν, „μηδεὶς κεκώλυκε νόμος,“ τὴν ἀπὸ νόμου μόνον ἀντίληψιν δηλοῖ· ἐπὶ δὲ καὶ ἡ ἀπὸ νόμου ἀντίληψις ἐπὶ τὴν ἀπὸ τοῦ νόμου ἐξουσίαν καταφεύγει, οὐκ ἐπὶ τῷ μὴ κεκωλύσθαι, ἀλλὰ δύο εἴδη ἐστὶ τῆς ἐπὶ νόμον, ἢ ὅταν αὐτὸ δὲ λέγωμεν ἐξεῖναι, ἢ ὅταν μὴ κεκωλύσθαι· τὸ γὰρ μὴ κεκωλύσθαι βιαζόμεθα τάξιν ἔχειν τοῦ ἐξεῖναι· τί δήποτε οὖν ἐνταῦθα τέθεικε τὸ παράδειγμα, καὶ οὔτε ἀπὸ φύσεως οὔτε ἀπὸ τέχνης; ἐροῦμεν οὖν ὅτι πανταχοῦ εἰς ἐστὶν ὁ κανών, ὡς αἱ ἄτερχναι πίστεις τῶν ἐντέχνων εἰσὶν ἰσχυρότεραι· ὁ νόμος οὖν ἄτερχνος ἐστὶ πίστις, καὶ εἰκότως ἐκ τῶν ἰσχυροτέρων τὰ παραδείγματα τίθησι, τί δήποτε οὐ τὴν ἐπὶ νόμον καταφεύγουσαν ἀντίληψιν τέθεικε τὸ παράδειγμα, ἀλλὰ τὴν μὴ κεκωλυμένην, ὡς περ τὸν τρισαρίστα μοιχὸν ἀποκτεῖναι; ἐροῦμεν, ὅτι καὶ ἐπὶ τῆς κατὰ φύσιν ἀντιλήψεως καὶ ἐπὶ τῆς κα-

---

Sopater Rhetor, Hypomnema Eis Ten Hermogenous Technen. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003904.
