Ancient Greek · ~7 min
Episode 1, lines 1.1-1.44
Sophocles, Ἀντιγόνη 1.1-44
Not analysed yet
ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα,
ἆρʼ οἶσθʼ ὅ τι Ζεὺς τῶν ἀπʼ Οἰδίπου κακῶν
ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;
οὐδὲν γὰρ οὔτʼ ἀλγεινὸν οὔτʼ ἄτης ἄτερ
οὔτʼ αἰσχρὸν οὔτʼ ἄτιμόν ἐσθʼ, ὁποῖον οὐ
τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπʼ ἐγὼ κακῶν.
καὶ νῦν τί τοῦτʼ αὖ φασι πανδήμῳ πόλει
κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως;
ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει
πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;
ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων
οὔθʼ ἡδὺς οὔτʼ ἀλγεινὸς ἵκετʼ ἐξ ὅτου
δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο,
μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί·
ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς
ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδʼ ὑπέρτερον,
οὔτʼ εὐτυχοῦσα μᾶλλον οὔτʼ ἀτωμένη.
ᾔδη καλῶς, καί σʼ ἐκτὸς αὐλείων πυλῶν
τοῦδʼ οὕνεκʼ ἐξέπεμπον, ὡς μόνη κλύοις.
τί δʼ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσʼ ἔπος.
οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων
τὸν μὲν προτίσας, τὸν δʼ ἀτιμάσας ἔχει;
Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης
χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς
ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς·
τὸν δʼ ἀθλίως θανόντα Πολυνείκους νέκυν
ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ
τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα,
ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν
θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς.
τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ
κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντʼ ἔχειν,
καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν
σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμʼ ἄγειν
οὐχ ὡς παρʼ οὐδέν, ἀλλʼ ὃς ἂν τούτων τι δρᾷ,
φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.
οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα
εἴτʼ εὐγενὴς πέφυκας εἴτʼ ἐσθλῶν κακή.
τί δʼ, ὦ ταλαῖφρον, εἰ τάδʼ ἐν τούτοις, ἐγὼ
λύουσʼ ἂν ἢ ʼφάπτουσα προσθείμην πλέον;
εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.
ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτʼ εἶ;
εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.
ἦ γὰρ νοεῖς θάπτειν σφʼ, ἀπόρρητον πόλει;