# Ἀντιγόνη 12.1037-1083

Sophocles, Ἀντιγόνη, Episode 12, lines 12.1037-12.1083. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2/12.1037

κερδαίνετʼ, ἐμπολᾶτε τἀπὸ Σάρδεων
ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν
χρυσόν· τάφῳ δʼ ἐκεῖνον οὐχὶ κρύψετε,
οὐδʼ εἰ θέλουσʼ οἱ Ζηνὸς αἰετοὶ βορὰν
φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους,
οὐδʼ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ
θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδʼ ὅτι
θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.
πίπτουσι δʼ, ὦ γεραιὲ Τειρεσία, βροτῶν
χοἰ πολλὰ δεινοὶ πτώματʼ αἴσχρʼ, ὅταν λόγους
αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.
φεῦ.
ἆρʼ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται,
τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;
ὅσῳ κράτιστον κτημάτων εὐβουλία;
ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.
ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.
οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.
καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.
τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.
τὸ δʼ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.
ἆρʼ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;
οἶδʼ· ἐξ ἐμοῦ γὰρ τήνδʼ ἔχεις σώσας πόλιν.
σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.
ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.
κίνει, μόνον δὲ μὴ ʼπὶ κέρδεσιν λέγων.
οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.
ὡς μὴ ʼμπολήσων ἴσθι τὴν ἐμὴν φρένα.
ἀλλʼ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι
τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν,
ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα
νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει,
ἀνθʼ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω
ψυχήν τʼ ἀτίμως ἐν τάφῳ κατῴκισας,
ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδʼ αὖ θεῶν
ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.
ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω
θεοῖσιν, ἀλλʼ ἐκ σοῦ βιάζονται τάδε.
τούτων σε λωβητῆρες ὑστεροφθόροι
λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες,
ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.
καὶ ταῦτʼ ἄθρησον εἰ κατηργυρωμένος
λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ
ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.
ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις,
ὅσων σπαράγματʼ ἢ κύνες καθήγνισαν
ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων
ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.

---

Sophocles, Ἀντιγόνη, ed. Francis Storr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg002.local001/.
