# Ἀντιγόνη 12.988-1036

Sophocles, Ἀντιγόνη, Episode 12, lines 12.988-12.1036. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-2/12.988

Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν
δύʼ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ
αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει.
τί δʼ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον;
ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.
οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.
τοιγὰρ διʼ ὀρθῆς τήνδʼ ἐναυκλήρεις πόλιν.
ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα.
φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.
τί δʼ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.
γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.
εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον
ἵζων, ἵνʼ ἦν μοι παντὸς οἰωνοῦ λιμήν,
ἀγνῶτʼ ἀκούω φθόγγον ὀρνίθων, κακῷ
κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.
καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς
ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.
εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην
βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων
Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλʼ ἐπὶ σποδῷ
μυδῶσα κηκὶς μηρίων ἐτήκετο
κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι
χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς
μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.
τοιαῦτα παιδὸς τοῦδʼ ἐμάνθανον πάρα,
φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα.
ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ.
καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις.
βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς
πλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶς
τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.
κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτι
θεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα,
οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς
ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.
ταῦτʼ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ
τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·
ἐπεὶ δʼ ἁμάρτῃ, κεῖνος οὐκέτʼ ἔστʼ ἀνὴρ
ἄβουλος οὐδʼ ἄνολβος, ὅστις ἐς κακὸν
πεσὼν ἀκῆται μηδʼ ἀκίνητος πέλῃ.
αὐθαδία τοι σκαιότητʼ ὀφλισκάνει.
ἀλλʼ εἶκε τῷ θανόντι μηδʼ ὀλωλότα
κέντει· τίς ἀλκὴ τὸν θανόντʼ ἐπικτανεῖν;
εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δʼ
ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.
ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ
τοξεύετʼ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς
ἄπρακτος ὑμῖν εἰμι· τῶν δʼ ὑπαὶ γένους
ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.

---

Sophocles, Ἀντιγόνη, ed. Francis Storr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg002.local001/.
