Ancient Greek · ~5 min
Choral 15, lines 15.3-15.4
Sophocles, Ἀντιγόνη 15.3-4
Not analysed yet
αἰαῖ αἰαῖ,
ἀνέπταν φόβῳ. τί μʼ οὐκ ἀνταίαν
ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει;
δείλαιος ἐγώ, αἰαῖ,
δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ.
ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων
πρὸς τῆς θανούσης τῆσδʼ ἐπεσκήπτου μόρων.
ποίῳ δὲ κἀπελύσατʼ ἐν φοναῖς τρόπῳ;
παίσασ' ὑφʼ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως
παιδὸς τόδʼ ᾔσθετʼ ὀξυκώκυτον πάθος.
ὤμοι μοι, τάδʼ οὐκ ἐπʼ ἄλλον βροτῶν
ἐμᾶς ἁρμόσει ποτʼ ἐξ αἰτίας.
ἐγὼ γάρ σʼ ἐγὼ ἔκανον, ὢ μέλεος,
ἐγώ, φάμʼ ἔτυμον. ἰὼ πρόσπολοι,
ἄγετέ μʼ ὅ τι τάχιστʼ, ἄγετέ μʼ ἐκποδών,
τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα.
κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς.
βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.
ἴτω ἴτω,
φανήτω μόρων ὁ κάλλιστʼ ἔχων
ἐμοὶ τερμίαν ἄγων ἁμέραν
ὕπατος· ἴτω ἴτω,
ὅπως μηκέτʼ ἆμαρ ἄλλʼ εἰσίδω.
μέλλοντα ταῦτα. τῶν προκειμένων τι χρὴ
πράσσειν. μέλει γὰρ τῶνδʼ ὅτοισι χρὴ μέλειν.
ἀλλʼ ὧν ἐρῶ, τοιαῦτα συγκατηυξάμην.
μή νυν προσεύχου μηδέν· ὡς πεπρωμένης
οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή.
ἄγοιτʼ ἂν μάταιον ἄνδρʼ ἐκποδών,
ὅς, ὦ παῖ, σέ τʼ οὐχ ἑκὼν κάκτανον
σέ τʼ αὖ τάνδʼ, ὤμοι μέλεος, οὐδʼ ἔχω
ὅπᾳ πρὸς πότερα κλιθῶ· πάντα γὰρ
λέχρια τἀν χεροῖν, τὰ δʼ ἐπὶ κρατί μοι
πότμος δυσκόμιστος εἰσήλατο.