Ancient Greek · ~7 min
Episode 5, lines 5.601-5.642
Sophocles, Ἠλέκτρα 5.601-642
Not analysed yet
ὃ δʼ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,
τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον·
ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα
ἐπῃτιάσω· καὶ τόδʼ, εἴπερ ἔσθενον,
ἔδρων ἄν, εὖ τοῦτʼ ἴσθι· τοῦδέ γʼ οὕνεκα
κήρυσσέ μʼ εἰς ἅπαντας, εἴτε χρῇς κακὴν
εἴτε στόμαργον εἴτʼ ἀναιδείας πλέαν.
εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,
σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.
ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ
ξύνεστι, τοῦδε φροντίδʼ οὐκέτʼ εἰσορῶ.
ποίας δʼ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,
ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,
καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ
χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;
εὖ νυν ἐπίστω τῶνδέ μʼ αἰσχύνην ἔχειν,
κεἰ μὴ δοκῶ σοι· μανθάνω δʼ ὁθούνεκα
ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.
ἀλλʼ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ
ἔργʼ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ·
αἰσχροῖς γὰρ αἰσχρὰ πράγματʼ ἐκδιδάσκεται.
ὦ θρέμμʼ ἀναιδές, ἦ σʼ ἐγὼ καὶ τἄμʼ ἔπη
καὶ τἄργα τἀμὰ πόλλʼ ἄγαν λέγειν ποεῖ.
σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς
τοὔργον· τὰ δʼ ἔργα τοὺς λόγους εὑρίσκεται.
ἀλλʼ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους
τοῦδʼ οὐκ ἀλύξεις, εὖτʼ ἂν Αἴγισθος μόλῃ.
ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι
λέγειν ἃ χρῄζοιμʼ, οὐδʼ ἐπίστασαι κλύειν.
οὔκουν ἐάσεις οὐδʼ ὑπʼ εὐφήμου βοῆς
θῦσαί μʼ, ἐπειδὴ σοί γʼ ἐφῆκα πᾶν λέγειν;
ἐῶ, κελεύω, θῦε· μηδʼ ἐπαιτιῶ
τοὐμὸν στόμʼ, ὡς οὐκ ἂν πέρα λέξαιμʼ ἔτι.
ἔπαιρε δὴ σὺ θύμαθʼ ἡ παροῦσά μοι
πάγκαρπʼ, ἄνακτι τῷδʼ ὅπως λυτηρίους
εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.
κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε,
κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις
ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει
πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί,
μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ
σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν.