# Ἠλέκτρα 9.1097-1142

Sophocles, Ἠλέκτρα, Episode 9, lines 9.1097-9.1142. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-3/9.1097

ἆρʼ, ὦ γυναῖκες, ὀρθά τʼ εἰσηκούσαμεν
ὀρθῶς θʼ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;
τί δʼ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει;
Αἴγισθον ἔνθʼ ᾤκηκεν ἱστορῶ πάλαι.
ἀλλʼ εὖ θʼ ἱκάνεις χὠ φράσας ἀζήμιος.
τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν
ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;
ἥδʼ, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών.
ἴθʼ, ὦ γύναι, δήλωσον εἰσελθοῦσʼ ὅτι
Φωκῆς ματεύουσʼ ἄνδρες Αἴγισθόν τινες,
οἴμοι τάλαινʼ, οὐ δή ποθʼ ἧς ἠκούσαμεν
φήμης φέροντες ἐμφανῆ τεκμήρια;
οὐκ οἶδα τὴν σὴν κληδόνʼ· ἀλλά μοι γέρων
ἐφεῖτʼ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι.
τί δʼ ἔστιν, ὦ ξένʼ; ὥς μʼ ὑπέρχεται φόβος.
φέροντες αὐτοῦ σμικρὰ λείψανʼ ἐν βραχεῖ
τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.
οἲ ʼγὼ τάλαινα, τοῦτʼ ἐκεῖνʼ ἤδη σαφὲς
πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι.
εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν,
τόδʼ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.
ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε
κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν,
ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ
ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ.
δόθʼ, ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς
ἐν δυσμενείᾳ γʼ οὖσʼ ἐπαιτεῖται τάδε,
ἀλλʼ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν.
ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ
ψυχῆς Ὀρέστου λοιπόν, ὥς σʼ ἀπʼ ἐλπίδων
οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.
νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,
δόμων δέ σʼ, ὦ παῖ, λαμπρὸν ἐξέπεμψʼ ἐγώ.
ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,
πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν
κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,
ὅπως θανὼν ἔκεισο τῇ τόθʼ ἡμέρᾳ,
τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος.
νῦν δʼ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς
κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,
κοὔτʼ ἐν φίλαισι χερσὶν ἡ τάλαινʼ ἐγὼ
λουτροῖς σʼ ἐκόσμησʼ οὔτε παμφλέκτου πυρὸς
ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,
ἀλλʼ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλας
σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.

---

Sophocles, Ἠλέκτρα, ed. Francis Storr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg005.local001/.
