# Οἰδίπους ἐπὶ Κολωνῷ 2.1

Sophocles, Οἰδίπους ἐπὶ Κολωνῷ, Choral 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-4/2.1

ὅρα. τίς ἄρʼ ἦν; ποῦ ναίει;
ποῦ κυρεῖ ἐκτόπιος συθεὶς ὁ πάντων
ὁ πάντων ἀκορέστατος;
προσδέρκου λεῦσσέ νιν,
προσπεύθου πανταχῇ.
πλανάτας πλανάτας τις ὁ πρέσβυς οὐδʼ
ἔγχωρος· προσέβα γὰρ οὐκ
ἄν ποτʼ ἀστιβὲς ἄλσος ἐς
τᾶνδʼ ἀμαιμακετᾶν κορᾶν,
ἃς τρέμομεν λέγειν
καὶ παραμειβόμεσθʼ ἀδέρκτως,
ἀφώνως, ἀλόγως τὸ τᾶς.
εὐφάμου στόμα φροντίδος
ἱέντες, τὰ δὲ νῦν τινʼ ἥκειν
λόγος οὐδὲν ἅζονθʼ,
ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπω
δύναμαι τέμενος
γνῶναι ποῦ μοί ποτε ναίει.
ὅδʼ ἐκεῖνος ἐγώ· φωνῇ γὰρ ὁρῶ,
τὸ φατιζόμενον.
ἰὼ ἰώ,
δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν.
μή μʼ, ἱκετεύω, προσίδητʼ ἄνομον.
Ζεῦ ἀλεξῆτορ, τίς ποθʼ ὁ πρέσβυς;
οὐ πάνυ μοίρας εὐδαιμονίσαι
πρώτης, ὦ τῆσδʼ ἔφοροι χώρας.
δηλῶ δʼ· οὐ γὰρ ἂν ὧδʼ ἀλλοτρίοις
ὄμμασιν εἷρπον
κἀπὶ σμικροῖς μέγας ὥρμουν.

---

Sophocles, Οἰδίπους ἐπὶ Κολωνῷ, ed. Francis Storr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg007.local001/.
