# Οἰδίπους ἐπὶ Κολωνῷ 3.445-489

Sophocles, Οἰδίπους ἐπὶ Κολωνῷ, Episode 3, lines 3.445-3.489. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-4/3.445

ἐκ ταῖνδε δʼ, οὔσαιν παρθένοιν, ὅσον φύσις
δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου
καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν·
τὼ δʼ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους
καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός.
ἀλλʼ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου,
οὐδέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ
ὄνησις ἥξει· τοῦτʼ ἐγῷδα, τῆσδέ τε
μαντεῖʼ ἀκούων συννοῶν τε τἀξ ἐμοῦ
παλαίφαθʼ ἁμοὶ Φοῖβος ἤνυσέν ποτε.
πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ
μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει.
ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέληθʼ ὁμοῦ
προστάτισι ταῖς σεμναῖσι δημούχοις θεαῖς
ἀλκὴν ποεῖσθαι, τῇδε τῇ πόλει μέγαν
σωτῆρʼ ἀρεῖσθε, τοῖς δʼ ἐμοῖς ἐχθροῖς πόνους.
ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι,
αὐτός τε παῖδές θʼ αἵδʼ· ἐπεὶ δὲ τῆσδε γῆς
σωτῆρα σαυτὸν τῷδʼ ἐπεμβάλλεις λόγῳ,
παραινέσαι σοι βούλομαι τὰ σύμφορα.
ὦ φίλταθʼ, ὡς νῦν πᾶν τελοῦντι προξένει.
θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφʼ ἃς
τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον.
τρόποισι ποίοις; ὦ ξένοι, διδάσκετε.
πρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰς
κρήνης ἐνεγκοῦ, διʼ ὁσίων χειρῶν θιγών.
ὅταν δὲ τοῦτο χεῦμʼ ἀκήρατον λάβω;
κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη,
ὧν κρᾶτʼ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους.
θαλλοῖσιν ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ;
οἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών.
εἶεν· τὸ δʼ ἔνθεν ποῖ τελευτῆσαί με χρή;
χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω.
ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε;
τρισσάς γε πηγάς· τὸν τελευταῖον δʼ ὅλον.
τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε.
ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ.
ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ;
τρὶς ἐννέʼ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν
τιθεὶς ἐλαίας τάσδʼ ἐπεύχεσθαι λιτάς.
τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ.
ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν
στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον,
αἰτοῦ σύ τʼ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ,
ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν·

---

Sophocles, Οἰδίπους ἐπὶ Κολωνῷ, ed. Francis Storr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg007.local001/.
