Ancient Greek · ~7 min
Episode 9, lines 9.1142-9.1185
Sophocles, Οἰδίπους ἐπὶ Κολωνῷ 9.1142-1185
Not analysed yet
βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει.
οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν
λαμπρὸν ποεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις.
δείκνυμι δʼ· ὧν γὰρ ὤμοσʼ οὐκ ἐψευσάμην
οὐδέν σε, πρέσβυ· τάσδε γὰρ πάρειμʼ ἄγων
ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων.
χὤπως μὲν ἁγὼν ᾑρέθη, τί δεῖ μάτην
κομπεῖν, ἅ γʼ εἴσει καὐτὸς ἐκ ταύταιν ξυνών;
λόγος δʼ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ
στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ
σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι·
πρᾶγος δʼ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών.
τί δʼ ἔστι, τέκνον Αἰγέως; δίδασκέ με
ὡς μὴ εἰδότʼ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνει.
φασίν τινʼ ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν
οὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πως
βωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρʼ ᾧ
θύων ἔκυρον, ἡνίχʼ ὡρμώμην ἐγώ.
ποδαπόν; τί προσχρῄζοντα τῷ θακήματι·
οὐκ οἶδα πλὴν ἕν· σοῦ γάρ, ὡς λέγουσί μοι,
βραχύν τινʼ αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων.
ποῖόν τινʼ; οὐ γὰρ ἥδʼ ἕδρα σμικροῦ λόγου.
σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μόνον
αἰτεῖν ἀπελθεῖν τʼ ἀσφαλῶς τῆς δεῦρʼ ὁδοῦ.
τίς δῆτʼ ἂν εἴη τήνδʼ ὁ προσθακῶν ἕδραν;
ὅρα κατʼ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴς
ἔσθʼ, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν.
ὦ φίλτατε, σχὲς οὗπερ εἶ.
τί δʼ ἔστι σοι;
μή μου δεηθῇς.
πράγματος ποίου; λέγε.
ἔξοιδʼ ἀκούων τῶνδʼ ὅς ἐσθʼ ὁ προστάτης.
καὶ τίς ποτʼ ἐστὶν ὅν γʼ ἐγὼ ψέξαιμί τι;
παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ
ἄλγιστʼ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων.
τί δʼ; οὐκ ἀκούειν ἔστι καὶ μὴ δρᾶν ἃ μὴ
χρῄζεις; τί σοι τοῦτʼ ἐστὶ λυπηρὸν κλύειν;
ἔχθιστον, ὦναξ, φθέγμα τοῦθʼ ἥκει πατρί·
καὶ μή μʼ ἀνάγκῃ προσβάλῃς τάδʼ εἰκαθεῖν.
ἀλλʼ εἰ τὸ θάκημʼ ἐξαναγκάζει, σκόπει
μή σοι πρόνοιʼ ᾖ τοῦ θεοῦ φυλακτέα.
πάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω.
τὸν ἄνδρʼ ἔασον τόνδε τῇ θʼ αὑτοῦ φρενὶ
χάριν παρασχεῖν τῷ θεῷ θʼ ἃ βούλεται,
καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν.