Ancient Greek · ~7 min
Episode 1, lines 1.49-1.90
Sophocles, Οἰδίπους Τύραννος 1.49-90
Not analysed yet
ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα
στάντες τʼ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον.
ἀλλʼ ἀσφαλείᾳ τήνδʼ ἀνόρθωσον πόλιν·
ὄρνιθι γὰρ καὶ τὴν τότʼ αἰσίῳ τύχην
παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.
ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,
ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·
ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς
ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.
ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι
προσήλθεθʼ ἱμείροντες· εὖ γὰρ οἶδʼ ὅτι
νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ
οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.
τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕνʼ ἔρχεται
μόνον καθʼ αὑτὸν κοὐδένʼ ἄλλον, ἡ δʼ ἐμὴ
ψυχὴ πόλιν τε κἀμὲ καὶ σʼ ὁμοῦ στένει.
ὥστʼ οὐχ ὕπνῳ γʼ εὕδοντά μʼ ἐξεγείρετε,
ἀλλʼ ἴστε πολλὰ μέν με δακρύσαντα δή,
πολλὰς δʼ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·
ἣν δʼ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην,
ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως
Κρέοντʼ, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ
ἔπεμψα Φοίβου δώμαθʼ, ὡς πύθοιθʼ ὅ τι
δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.
καί μʼ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ
λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα
ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.
ὅταν δʼ ἵκηται, τηνικαῦτʼ ἐγὼ κακὸς
μὴ δρῶν ἂν εἴην πάνθʼ ὅσʼ ἂν δηλοῖ θεός.
ἀλλʼ εἰς καλὸν σύ τʼ εἶπας οἵδε τʼ ἀρτίως
Κρέοντα προσστείχοντα σημαίνουσί μοι.
ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ
σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι
ἀλλʼ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα
πολυστεφὴς ὧδʼ εἷρπε παγκάρπου δάφνης.
τάχʼ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.
ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,
τίνʼ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;
ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορʼ, εἰ τύχοι
κατʼ ὀρθὸν ἐξελθόντα, πάντʼ ἂν εὐτυχεῖν.
ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς
οὔτʼ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.