# Οἰδίπους Τύραννος 3.432-462

Sophocles, Οἰδίπους Τύραννος, Episode 3, lines 3.432-3.462. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-5/3.432

οὐδʼ ἱκόμην ἔγωγʼ ἄν, εἰ σὺ μὴ ʼκάλεις.
οὐ γάρ τί σʼ ᾔδη μῶρα φωνήσοντʼ, ἐπεὶ
σχολῇ σʼ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.
ἡμεῖς τοιοίδʼ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ,
μῶροι, γονεῦσι δʼ, οἵ σʼ ἔφυσαν, ἔμφρονες.
ποίοισι; μεῖνον, τίς δέ μʼ ἐκφύει βροτῶν;
ἥδʼ ἡμέρα φύσει σε καὶ διαφθερεῖ.
ὡς πάντʼ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.
οὔκουν σὺ ταῦτʼ ἄριστος εὑρίσκειν ἔφυς;
τοιαῦτʼ ὀνείδιζʼ, οἷς ἔμʼ εὑρήσεις μέγαν.
αὕτη γε μέντοι σʼ ἡ τύχη διώλεσεν.
ἀλλʼ εἰ πόλιν τήνδʼ ἐξέσωσʼ, οὔ μοι μέλει.
ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με.
κομιζέτω δῆθʼ· ὡς παρὼν σύ γʼ ἐμποδὼν
ὀχλεῖς, συθείς τʼ ἂν οὐκ ἂν ἀλγύνοις πλέον.
εἰπὼν ἄπειμʼ ὧν οὕνεκʼ, ἦλθον, οὐ τὸ σὸν
δείσας πρόσωπον· οὐ γὰρ ἔσθʼ ὅπου μʼ ὀλεῖς.
λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον, ὃν πάλαι
ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον
τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,
ξένος λόγῳ μέτοικος, εἶτα δʼ ἐγγενὴς
φανήσεται Θηβαῖος, οὐδʼ ἡσθήσεται
τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος
καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι
σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.
φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ
γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς
ὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτʼ ἰὼν
εἴσω λογίζου· κἂν λάβῃς ἐψευσμένον,
φάσκειν ἔμʼ ἤδη μαντικῇ μηδὲν φρονεῖν.

---

Sophocles, Οἰδίπους Τύραννος, ed. Francis Storr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg004.local001/.
