Ancient Greek · ~3 min
Choral 4, lines 4.1-4.2
Sophocles, Οἰδίπους Τύραννος 4.1-2
Not analysed yet
τίς ὅντινʼ ἁ θεσπιέπεια Δελφὶς εἶπε πέτρα
ἄρρητʼ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν;
ὥρα νιν ἀελλάδων
ἵππων σθεναρώτερον
φυγᾷ πόδα νωμᾶν.
ἔνοπλος γὰρ ἐπʼ αὐτὸν ἐπενθρῴσκει
πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας,
δειναὶ δʼ ἅμʼ ἕπονται
κῆρες ἀναπλάκητοι
ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα
φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντʼ ἰχνεύειν.
φοιτᾷ γὰρ ὑπʼ ἀγρίαν
ὕλαν ἀνά τʼ ἄντρα καὶ
πέτρας ἰσόταυρος
μέλεος μελέῳ ποδὶ χηρεύων,
τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων
μαντεῖα· τὰ δʼ ἀεὶ
ζῶντα περιποτᾶται.
δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας
οὔτε δοκοῦντʼ οὔτʼ ἀποφάσκονθʼ· ὅ τι λέξω δʼ ἀπορῶ.
πέτομαι δʼ ἐλπίσιν οὔτʼ, ἐνθάδʼ ὁρῶν οὔτʼ ὀπίσω.
τί γὰρ ἢ Λαβδακίδαις
ἢ τῷ Πολύβου νεῖκος ἔκειτʼ, οὔτε πάροιθέν ποτʼ ἔγωγʼ
ἔμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳ
ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμʼ Οἰδιπόδα Λαβδακίδαις
ἐπίκουρος ἀδήλων θανάτων.