# Οἰδίπους Τύραννος 5.555-595

Sophocles, Οἰδίπους Τύραννος, Episode 5, lines 5.555-5.595. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sophocles/text-5/5.555

ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μʼ ἐπὶ
τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;
καὶ νῦν ἔθʼ αὑτός εἰμι τῷ βουλεύματι.
πόσον τινʼ ἤδη δῆθʼ ὁ Λάϊος χρόνον
δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.
ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;
μακροὶ παλαιοί τʼ ἂν μετρηθεῖεν χρόνοι.
τότʼ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;
σοφός γʼ ὁμοίως κἀξ ἴσου τιμώμενος.
ἐμνήσατʼ οὖν ἐμοῦ τι τῷ τότʼ ἐν χρόνῳ;
οὔκουν ἐμοῦ γʼ ἑστῶτος οὐδαμοῦ πέλας.
ἀλλʼ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε;
παρέσχομεν, πῶς δʼ οὐχί; κοὐκ ἠκούσαμεν.
πῶς οὖν τόθʼ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;
οὐκ οἶδʼ· ἐφʼ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.
τοσόνδε γʼ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν.
ποῖον τόδʼ; εἰ γὰρ οἶδά γʼ, οὐκ ἀρνήσομαι.
ὁθούνεκʼ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδʼ ἐμὰς
οὐκ ἄν ποτʼ εἶπε Λαΐου διαφθοράς.
εἰ μὲν λέγει τάδʼ, αὐτὸς οἶσθʼ· ἐγὼ δὲ σοῦ
μαθεῖν δικαιῶ ταὔθʼ ἅπερ κἀμοῦ σὺ νῦν.
ἐκμάνθανʼ· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.
τί δῆτʼ; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;
ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.
ἄρχεις δʼ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;
ἃν ᾖ θέλουσα πάντʼ ἐμοῦ κομίζεται.
οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;
ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.
οὔκ, εἰ διδοίης γʼ ὡς ἐγὼ σαυτῷ λόγον.
σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τινʼ ἂν δοκεῖς
ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ
ἄτρεστον εὕδοντʼ, εἰ τά γʼ αὔθʼ ἕξει κράτη.
ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἱμείρων ἔφυν
τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν,
οὔτʼ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.
νῦν μὲν γὰρ ἐκ σοῦ πάντʼ ἄνευ φόβου φέρω,
εἰ δʼ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.
πῶς δῆτʼ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν
ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;
οὔπω τοσοῦτον ἠπατημένος κυρῶ
ὥστʼ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά.

---

Sophocles, Οἰδίπους Τύραννος, ed. Francis Storr. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0011.tlg004.local001/.
